Ἀσσύριοι
Assyrians
Translated by Jennifer Benedict16 Sep 2000Vetting: high8 revisions
Assyrians
Translated by Jennifer Benedict16 Sep 2000Vetting: high8 revisions
Ἀσσύριοι· ἀρχὴ παλαιὰ καὶ ἐς τοὺς μυθικοὺς ἀναγομένη χρόνους ὀλίγου τινὸς ἐκράτησε τῆς Ἀσίας μέρους. εἶτα ἡ Μηδικὴ καθελοῦσα τὴν Ἀσσυρίων χρόνον οὐ πολὺν κατέσχεν, ἀλλὰ κατελύθη ἐπὶ τῆς δʹ γενεᾶς. Πέρσαι δὲ Μήδους καταγωνισάμενοι χρόνου πολλῷ πλέον σʹ ἔμειναν ἐπὶ τῆς ἀρχῆς. ἡ δὲ Μακεδόνων δυναστεία τὴν Περσῶν καθελοῦσα, μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν ἐπὶ τὸ χεῖρον ἤρξατο φέρεσθαι καὶ ἐπὶ τῶν διαδόχων αὐτὴ καθ' ἑαυτὴν ἐξησθένησεν ὑπὸ Ῥωμαίων καταλυθεῖσα. τὰς γὰρ Ἑλληνικὰς δυνάμεις οὐκ ἄξιον αὐταῖς ἀντιπαρεξετάζειν. Ἀθηναῖοι γὰρ μόνης ἦρξαν τῆς παραλίου δυεῖν δέοντα [οʹ] ἔτη· Λακεδαιμόνιοι δὲ Πελοποννήσου καὶ τῆς ἄλλης Ἑλλάδος κρατοῦντες ὅλα λʹ ἔτη ἐπαύθησαν ὑπὸ Θηβαίων. ἡ Ῥωμαίων δὲ πόλις ἁπάσης γῆς, ὅση μὴ ἀνέμβατός ἐστι, εʹ καὶ μʹ πρὸς τοῖς ψʹ ἔτεσιν εἰς ὑπάτους Κλαύδιον Νέρωνα τὸ δεύτερον καὶ Πίσωνα Καλπουρῖνον, οὐδὲν ἀντίπαλον ἔχουσα.
*)assu/rioi: a)rxh\ palaia\ kai\ e)s tou\s muqikou\s a)nagome/nh xro/nous o)li/gou tino\s e)kra/thse th=s *)asi/as me/rous. ei)=ta h( *mhdikh\ kaqelou=sa th\n *)assuri/wn xro/non ou) polu\n kate/sxen, a)lla\ katelu/qh e)pi\ th=s d# genea=s. *pe/rsai de\ *mh/dous katagwnisa/menoi xro/nou pollw=| ple/on s1# e)/meinan e)pi\ th=s a)rxh=s. h( de\ *makedo/nwn dunastei/a th\n *persw=n kaqelou=sa, meta\ th\n *)aleca/ndrou teleuth\n e)pi\ to\ xei=ron h)/rcato fe/resqai kai\ e)pi\ tw=n diado/xwn au)th\ kaq' e(auth\n e)chsqe/nhsen u(po\ *(rwmai/wn kataluqei=sa. ta\s ga\r *(ellhnika\s duna/meis ou)k a)/cion au)tai=s a)ntipareceta/zein. *)aqhnai=oi ga\r mo/nhs h)=rcan th=s parali/ou duei=n de/onta [o#] e)/th: *lakedaimo/nioi de\ *peloponnh/sou kai\ th=s a)/llhs *(ella/dos kratou=ntes o(/la l# e)/th e)pau/qhsan u(po\ *qhbai/wn. h( *(rwmai/wn de\ po/lis a(pa/shs gh=s, o(/sh mh\ a)ne/mbato/s e)sti, e# kai\ m# pro\s toi=s y# e)/tesin ei)s u(pa/tous *klau/dion *ne/rwna to\ deu/teron kai\ *pi/swna *kalpouri=non, ou)de\n a)nti/palon e)/xousa.