Κλῆρος Ἑρμοῦ
Hermes' lot
Translated by David Whitehead27 Oct 2005Vetting: high4 revisions
Translation
Greek original · Adler’s text
Κλῆρος Ἑρμοῦ· συνηθείᾳ ἀρχαίᾳ ἔβαλλον οἱ κληροῦντες εἰς ὑδρίαν ἐλαίας φύλλον, ὃ προσηγόρευον Ἑρμῆν· καὶ πρῶτον ἐξῄρουν τοῦτο, τιμὴν τῷ θεῷ ταύτην ἀπονέμοντες· ἐλάγχανε δὲ ὁ μετὰ τὸν θεόν. Εὐριπίδης ἐν Αἰόλῳ μνημονεύει τοῦ ἔθους τούτου.