Λῆρος
dementia, delirium
Translated by Nick Nicholas6 Apr 2009Vetting: high3 revisions
Translation
But liros [is] someone impudent; from "looking a lot" (lian oran); it is spelled with an iota.3
dementia, delirium
Translated by Nick Nicholas6 Apr 2009Vetting: high3 revisions
Λῆρος· ὅτι ὁ νοῦς ἐν τῷ γήρᾳ λήροις καταληφθεὶς οὐκ αὐτὸς εἰς ἑαυτὸν τὸ πάθος ἀνεδέξατο, ἵνα καὶ φθαρτὸς καὶ θνητὸς νομισθῇ· τοῦ δὲ ὀργάνου ἀλλοιωθέντος καὶ τὴν ἀπὸ τοῦ νοῦ ἐνέργειαν δι' ἀνεπιτηδειότητα μὴ δυναμένου δέξασθαι, τὸ πάθος τοῦ ὀργάνου πάθος ἔδοξεν εἶναι καὶ τοῦ κινοῦντος αὐτὸ νοῦ. καὶ γὰρ τοῦ ὄμματος λημῶντος ἢ καὶ τῷ γήρᾳ πρὸς ἀνεπιτηδειότητα μεταβαλόντος, ἡ μὲν αἴσθησις οὐδὲν ἧττον μένει ἀπαθής· τὸ δὲ αἰσθητήριον ἐμπαθὲς ἢ ὅλως ἄχρηστον γίνεται καὶ ἀργόν. τὸ δὲ αἴτιον τοῦ μὴ συνδιαφθείρεσθαι τῷ αἰσθητηρίῳ καὶ τὴν αἰσθητικὴν δύναμιν τὸ μηδὲ ἐν τούτῳ τῷ σώματι ἔχειν τὸ εἶναι τὴν αἰσθητικὴν δύναμιν, ἀλλ' ἐν τῷ πνεύματι. οὕτω δὲ καὶ τὰ τῶν γερόντων ὄμματα ὑπὸ τοῦ χρόνου ἐξασθενήσαντα καὶ τῶν χιτώνων παχυτέρων γενομένων καὶ οἷον ἐρρυτιδωμένων καὶ οὐχ οὕτω διαφανῶν, ἔτι τε καὶ τῶν ἐντὸς ὑγρῶν ξηροτέρων ὑπὸ τοῦ χρόνου καὶ πεπηγότων καὶ οὐ δυναμένων τὰ ἀπὸ τῶν αἰσθητῶν πάθη διαπορθμεύειν ἐπὶ τὸ ὀπτικὸν πνεῦμα, συμβαίνει τοὺς γέροντας ἧττον ὁρᾶν. καὶ ἐπὶ τῶν λήρων οὐχ ὁ νοῦς ληρεῖ, ἀλλ' ἡ τοῦ ὀργάνου πρὸς τὸ χεῖρον μεταβολὴ καὶ ἀνεπιτηδειότης πάσχει τε καὶ τοὺς λήρους ἐμποιεῖ, οὐκ ἐν τῷ γήρᾳ μόνον, ἀλλὰ κἀν τῇ νεότητι, νοσημάτων τινῶν φρενιτικῶν ἢ ληθαργικῶν τὸ σῶμα κατειληφότων. ἢ ὅτι ἡ ἐπιτεταμένη βλάβη τοῦ νοῦ παραφροσύνη λέγεται, ἡ δὲ μέση λῆρος, ἡ δὲ ὑφειμένη παράληρος. Λιρὸς δὲ ὁ ἀναιδής· παρὰ τὸ λίαν ὁρᾶν· διὰ τοῦ ι.
*lh=ros: o(/ti o( nou=s e)n tw=| gh/ra| lh/rois katalhfqei\s ou)k au)to\s ei)s e(auto\n to\ pa/qos a)nede/cato, i(/na kai\ fqarto\s kai\ qnhto\s nomisqh=|: tou= de\ o)rga/nou a)lloiwqe/ntos kai\ th\n a)po\ tou= nou= e)ne/rgeian di' a)nepithdeio/thta mh\ duname/nou de/casqai, to\ pa/qos tou= o)rga/nou pa/qos e)/docen ei)=nai kai\ tou= kinou=ntos au)to\ nou=. kai\ ga\r tou= o)/mmatos lhmw=ntos h)\ kai\ tw=| gh/ra| pro\s a)nepithdeio/thta metabalo/ntos, h( me\n ai)/sqhsis ou)de\n h(=tton me/nei a)paqh/s: to\ de\ ai)sqhth/rion e)mpaqe\s h)\ o(/lws a)/xrhston gi/netai kai\ a)rgo/n. to\ de\ ai)/tion tou= mh\ sundiafqei/resqai tw=| ai)sqhthri/w| kai\ th\n ai)sqhtikh\n du/namin to\ mhde\ e)n tou/tw| tw=| sw/mati e)/xein to\ ei)=nai th\n ai)sqhtikh\n du/namin, a)ll' e)n tw=| pneu/mati. ou(/tw de\ kai\ ta\ tw=n gero/ntwn o)/mmata u(po\ tou= xro/nou e)casqenh/santa kai\ tw=n xitw/nwn paxute/rwn genome/nwn kai\ oi(=on e)rrutidwme/nwn kai\ ou)x ou(/tw diafanw=n, e)/ti te kai\ tw=n e)nto\s u(grw=n chrote/rwn u(po\ tou= xro/nou kai\ pephgo/twn kai\ ou) duname/nwn ta\ a)po\ tw=n ai)sqhtw=n pa/qh diaporqmeu/ein e)pi\ to\ o)ptiko\n pneu=ma, sumbai/nei tou\s ge/rontas h(=tton o(ra=n. kai\ e)pi\ tw=n lh/rwn ou)x o( nou=s lhrei=, a)ll' h( tou= o)rga/nou pro\s to\ xei=ron metabolh\ kai\ a)nepithdeio/ths pa/sxei te kai\ tou\s lh/rous e)mpoiei=, ou)k e)n tw=| gh/ra| mo/non, a)lla\ ka)n th=| neo/thti, noshma/twn tinw=n frenitikw=n h)\ lhqargikw=n to\ sw=ma kateilhfo/twn. h)\ o(/ti h( e)pitetame/nh bla/bh tou= nou= parafrosu/nh le/getai, h( de\ me/sh lh=ros, h( de\ u(feime/nh para/lhros. *liro\s de\ o( a)naidh/s: para\ to\ li/an o(ra=n: dia\ tou= i.