Ἀμαλασούνθα
Amalasountha, Amalasuntha
Translated by Jennifer Benedict11 Jun 2000Vetting: high6 revisions
Amalasountha, Amalasuntha
Translated by Jennifer Benedict11 Jun 2000Vetting: high6 revisions
Ἀμαλασούνθα· αὕτη μήτηρ Ἀταλαρίχου. ἥτις δικαιοσύνης ἐπὶ πλεῖστον ἐλθοῦσα, τῆς τε φύσεως ἐς ἄγαν τὸ ἀρρενωπὸν ἐνδεικνυμένη, ὅσον χρόνον τῆς πολιτείας προὔστη, οὐδένα τῶν πάντων Ῥωμαίων ἐς τὸ σῶμα ἐκόλασεν ἢ χρήμασιν ἐζημίωσεν. οὐ μὴν οὐδὲ Γότθοις ξυνεχώρησεν ἐς τὴν ἐς ἐκείνους ἀδικίαν ὀργῶσιν. ἐβούλετο δὲ καὶ τὸν παῖδα τοῖς Ῥωμαίων ἄρχουσι τὰ ἐς τὴν δίαιταν ὁμότροπον καταστήσασθαι καὶ φοιτᾶν ἐς γραμματιστοῦ ἤδη ἠνάγκαζε· τρεῖς τε ἀπολεξαμένη τῶν ἐν Γότθοις γερόντων, οὕσπερ ἠπίστατο μᾶλλον ἁπάντων ξυνετούς τε καὶ ἐπιεικεῖς εἶναι, ξυνδιαιτᾶσθαι Ἀταλαρίχῳ ἐκέλευσε. Γότθοις δὲ ταῦτα οὐδαμῇ ἤρεσκε. τῇ γὰρ ἐς τοὺς ὑπηκόους ἀδικίας ἐπιθυμίᾳ βαρβαρικώτερον πρὸς αὐτοῦ ἄρχεσθαι ἤθελον. καί ποτε ἡ μήτηρ ἁμαρτάνοντά τι ἐν τῷ κοινῷ τὸν παῖδα λαβοῦσα ἐρράπισε, καὶ ὃς δεδακρυμένος ἐς τὴν ἀνδρωνῖτιν ἐνθένδε ἀπῆλθε. Γότθοι δὲ αὐτῷ ἐντυχόντες δεινὰ ἐποιοῦντο καὶ τῇ Ἀμαλασούνθῃ λοιδορούμενοι ἰσχυρίζοντο βούλεσθαί τε αὐτὴν τὸν παῖδα ἐξ ἀνθρώπων ἀφανιεῖν ὅτι τάχιστα, ὅπως αὐτὴ ἑτέρῳ ἀνδρὶ ἐς κοίτην ἐλθοῦσα ξὺν αὐτῷ ἄρχοι. ξυλλεγέντες δὲ ᾐτιῶντο οὐκ ὀρθῶς σφίσιν οὐδέ οἱ τὸν βασιλέα παιδεύεσθαι. γράμματά τε γὰρ πολὺ κεχωρίσθαι ἀνδρίας καὶ διδασκαλίαν γερόντων ἀνθρώπων ἔς τε τὸ δειλὸν καὶ τὸ ταπεινὸν ἀποκρίνεσθαι ἐκ τοῦ ἐπὶ πλεῖστον. δεῖν τοίνυν τὸν ἔν τινι ἔργῳ τολμητήν τε καὶ δόξῃ μέγαν ἐσόμενον, φόβου τοῦ ἐκ διδασκάλων ἀπαλλαγέντα, τὰς ἐν τοῖς ὅπλοις μελέτας ποιεῖσθαι. ἔλεγον δὲ καὶ ὡς ἤνπερ αὐτοῖς τὸ ἀπὸ τοῦ σκύτους ἐπιγένηται δέος, οὐ μήποτε ξίφους ἢ δορατίου ὑπερφρονεῖν ἀξιώσουσιν. οὐκοῦν, ὦ δέσποινα, ἔφασαν, παιδαγωγοὺς μὲν τούτους χαίρειν ἔα, σὺ δὲ Ἀταλαρίχῳ παῖδας ὁμοδιαίτους ἥλικας δίδου, οἵπερ αὐτὸν τὰ ἐς τὴν ἡλικίαν ξυνακμάζοντες ἐς τὴν ἀρετὴν κατά γε τὸν βάρβαρον νόμον ὁρμήσουσιν. ἡ δὲ οὐκ ἐπῄνεσε μέν, δείσασα δὲ τὴν ἐξ αὐτῶν ἐπιβουλὴν ξυνεχώρησε πάντα, ὅσα οἱ βάρβαροι ἤθελον.
*)amalasou/nqa: au(/th mh/thr *)atalari/xou. h(/tis dikaiosu/nhs e)pi\ plei=ston e)lqou=sa, th=s te fu/sews e)s a)/gan to\ a)rrenwpo\n e)ndeiknume/nh, o(/son xro/non th=s politei/as prou)/sth, ou)de/na tw=n pa/ntwn *(rwmai/wn e)s to\ sw=ma e)ko/lasen h)\ xrh/masin e)zhmi/wsen. ou) mh\n ou)de\ *go/tqois cunexw/rhsen e)s th\n e)s e)kei/nous a)diki/an o)rgw=sin. e)bou/leto de\ kai\ to\n pai=da toi=s *(rwmai/wn a)/rxousi ta\ e)s th\n di/aitan o(mo/tropon katasth/sasqai kai\ foita=n e)s grammatistou= h)/dh h)na/gkaze: trei=s te a)polecame/nh tw=n e)n *go/tqois gero/ntwn, ou(/sper h)pi/stato ma=llon a(pa/ntwn cunetou/s te kai\ e)pieikei=s ei)=nai, cundiaita=sqai *)atalari/xw| e)ke/leuse. *go/tqois de\ tau=ta ou)damh=| h)/reske. th=| ga\r e)s tou\s u(phko/ous a)diki/as e)piqumi/a| barbarikw/teron pro\s au)tou= a)/rxesqai h)/qelon. kai/ pote h( mh/thr a(marta/nonta/ ti e)n tw=| koinw=| to\n pai=da labou=sa e)rra/pise, kai\ o(\s dedakrume/nos e)s th\n a)ndrwni=tin e)nqe/nde a)ph=lqe. *go/tqoi de\ au)tw=| e)ntuxo/ntes deina\ e)poiou=nto kai\ th=| *)amalasou/nqh| loidorou/menoi i)sxuri/zonto bou/lesqai/ te au)th\n to\n pai=da e)c a)nqrw/pwn a)faniei=n o(/ti ta/xista, o(/pws au)th\ e(te/rw| a)ndri\ e)s koi/thn e)lqou=sa cu\n au)tw=| a)/rxoi. cullege/ntes de\ h)|tiw=nto ou)k o)rqw=s sfi/sin ou)de/ oi( to\n basile/a paideu/esqai. gra/mmata/ te ga\r polu\ kexwri/sqai a)ndri/as kai\ didaskali/an gero/ntwn a)nqrw/pwn e)/s te to\ deilo\n kai\ to\ tapeino\n a)pokri/nesqai e)k tou= e)pi\ plei=ston. dei=n toi/nun to\n e)/n tini e)/rgw| tolmhth/n te kai\ do/ch| me/gan e)so/menon, fo/bou tou= e)k didaska/lwn a)pallage/nta, ta\s e)n toi=s o(/plois mele/tas poiei=sqai. e)/legon de\ kai\ w(s h)/nper au)toi=s to\ a)po\ tou= sku/tous e)pige/nhtai de/os, ou) mh/pote ci/fous h)\ dorati/ou u(perfronei=n a)ciw/sousin. ou)kou=n, w)= de/spoina, e)/fasan, paidagwgou\s me\n tou/tous xai/rein e)/a, su\ de\ *)atalari/xw| pai=das o(modiai/tous h(/likas di/dou, oi(/per au)to\n ta\ e)s th\n h(liki/an cunakma/zontes e)s th\n a)reth\n kata/ ge to\n ba/rbaron no/mon o(rmh/sousin. h( de\ ou)k e)ph/|nese me/n, dei/sasa de\ th\n e)c au)tw=n e)piboulh\n cunexw/rhse pa/nta, o(/sa oi( ba/rbaroi h)/qelon.