Ἀόρατον
invisible, unseen
Translated by Marcelo Boeri5 Dec 2000Vetting: high7 revisions
invisible, unseen
Translated by Marcelo Boeri5 Dec 2000Vetting: high7 revisions
Ἀόρατον· τετραχῶς λέγεται. ἢ τὸ καθάπαξ ἀδύνατον ὁραθῆναι, οἷον ὡς καὶ τὰ ὑποκείμενα ἄλλῃ αἰσθήσει· καὶ γὰρ ἡ φωνὴ ἀόρατος καὶ ἡ ὀσμὴ καὶ τὰ ὅμοια. ἢ τὸ πεφυκὸς μὲν ὁρατὸν εἶναι, μὴ ὁρώμενον δέ· ὅπερ ἐστὶ τὸ ἐν στερήσει, ὡς τὸ δυνάμει διαφανὲς, φωτὸς μὴ παρόντος. ἢ τὸ οὕτω λεγόμενον ἀόρατον, ὡς φαύλως ὁρατόν· τοιοῦτον δέ ἐστιν ἢ τὸ δι' ὑπερβολὴν λαμπρότητος φθαρτικὸν τῆς ὄψεως ἢ τὸ ἀμυδρότητα μὴ ποιοῦν εἰς τὴν αἴσθησιν. ἀντιλαμβάνεται τοίνυν τοῦ ἀοράτου ἡ ὄψις, οὐ τοῦ μὴ πεφυκότος ὁρᾶσθαι· ταῦτα γὰρ, ὅτι μὴ ὁρᾶται, ὁ λόγος ἐστὶν ὁ κρίνων δι' ὀργάνου τῆς αἰσθήσεως, οὐ μέντοιγε ἡ αἴσθησις· ἀλλὰ τοῦ κατὰ στέρησιν ὁρατοῦ ἡ αἴσθησίς ἐστιν ἀντιληπτική. κρίνει γὰρ καὶ τὰ ἄλογα ταῖς ὄψεσιν ὅτι σκότος κατὰ συμβεβηκὸς τῷ μὴ πάσχειν ὑπὸ τῶν ὁρατῶν, διὸ καὶ εἰς τοὺς φωλεοὺς ἠρεμεῖ. μήποτε δὲ καὶ τὸ κατὰ στέρησιν ἀόρατον ἡ φαντασία ἐστὶν ἡ κρίνουσα, καὶ οὐχ ἡ ὄψις, εἴγε αἱ μὲν αἰσθήσεις ἐν τοῖς πάσχουσι τὴν κρίσιν ἴσχουσι, μὴ πάσχουσαι δὲ ἐν τῷ σκότῳ ἀνενέργητοί εἰσι. διὸ κατὰ τὴν ἕξιν μόνην θεωροῦνται. μὴ ἐνεργοῦσαι δὲ, πῶς ἂν κρίνοιεν;
*)ao/raton: tetraxw=s le/getai. h)\ to\ kaqa/pac a)du/naton o(raqh=nai, oi(=on w(s kai\ ta\ u(pokei/mena a)/llh| ai)sqh/sei: kai\ ga\r h( fwnh\ a)o/ratos kai\ h( o)smh\ kai\ ta\ o(/moia. h)\ to\ pefuko\s me\n o(rato\n ei)=nai, mh\ o(rw/menon de/: o(/per e)sti\ to\ e)n sterh/sei, w(s to\ duna/mei diafane\s, fwto\s mh\ paro/ntos. h)\ to\ ou(/tw lego/menon a)o/raton, w(s fau/lws o(rato/n: toiou=ton de/ e)stin h)\ to\ di' u(perbolh\n lampro/thtos fqartiko\n th=s o)/yews h)\ to\ a)mudro/thta mh\ poiou=n ei)s th\n ai)/sqhsin. a)ntilamba/netai toi/nun tou= a)ora/tou h( o)/yis, ou) tou= mh\ pefuko/tos o(ra=sqai: tau=ta ga\r, o(/ti mh\ o(ra=tai, o( lo/gos e)sti\n o( kri/nwn di' o)rga/nou th=s ai)sqh/sews, ou) me/ntoige h( ai)/sqhsis: a)lla\ tou= kata\ ste/rhsin o(ratou= h( ai)/sqhsi/s e)stin a)ntilhptikh/. kri/nei ga\r kai\ ta\ a)/loga tai=s o)/yesin o(/ti sko/tos kata\ sumbebhko\s tw=| mh\ pa/sxein u(po\ tw=n o(ratw=n, dio\ kai\ ei)s tou\s fwleou\s h)remei=. mh/pote de\ kai\ to\ kata\ ste/rhsin a)o/raton h( fantasi/a e)sti\n h( kri/nousa, kai\ ou)x h( o)/yis, ei)/ge ai( me\n ai)sqh/seis e)n toi=s pa/sxousi th\n kri/sin i)/sxousi, mh\ pa/sxousai de\ e)n tw=| sko/tw| a)nene/rghtoi/ ei)si. dio\ kata\ th\n e(/cin mo/nhn qewrou=ntai. mh\ e)nergou=sai de\, pw=s a)\n kri/noien;