Ἀπόδειξις
demonstration
Translated by Marcelo Boeri9 Jun 2001Vetting: high9 revisions
demonstration
Translated by Marcelo Boeri9 Jun 2001Vetting: high9 revisions
Ἀπόδειξις· ἀπόδειξις ὅρου διαφέρει. δεῖ πρῶτον ζητῆσαι περὶ ὅρου, ἆρα μία ἐστὶ μέθοδος, καθ' ἣν πάντων τῶν ὄντων δυνατὸν τοὺς ὅρους ἀποδοῦναι, ἢ πολλαί. καὶ εἰ μία, τίς αὕτη· εἰ δὲ πολλαὶ, πόσαι τὸν ἀριθμὸν καὶ ποῖαι. καὶ ὅταν εὕρωμεν, τοσαίδε καὶ τοιαίδε, ὑπογραφῇ ἢ ὁρισμῷ, ἄλλη πάλιν ἡμᾶς διαδέχεται ζήτησις, ποίαις τῶν μεθόδων ἐπὶ ποίων πραγμάτων χρηστέον. καὶ ὅταν εὕρωμεν τοῦτο, ἐπειδὴ ὁ ὁρισμὸς ἐκ γενῶν ἐστι καὶ διαφορῶν, τί τοῦ προκειμένου πράγματος τὸ γένος καὶ τίνες αἱ διαφοραί, ἵνα συμπλέξαντες τὰς συστατικὰς διαφορὰς τῷ γένει, ἀποδῶμεν αὐτοῦ τὸν ὁρισμόν. ἔστι δὲ καὶ ἑτέρα χαλεπότης. ᾥτινι γὰρ πρώτως τι ἐνυπάρχει, τοῦτο καὶ καθ' αὑτὸ ὑπάρχει. καθ' αὑτὸ δέ ἐστι τὸ κατ' οὐσίαν. οὐκέτι δὲ καὶ εἴ τι καθ' αὑτὸ ὑπάρχει, τοῦτο καὶ πρώτως ὑπάρχει. τὸ γὰρ ζῷον τῷ ἀνθρώπῳ καθ' αὑτὸ μὲν ὑπάρχει, οὐ πρώτως δέ· διὸ κἂν μὴ ᾖ ἄνθρωπος, ζῷόν ἐστιν, ὥστε οὐ πρώτως τῷ ἀνθρώπῳ τὸ ζῷον ὑπάρχει. ὁμοίως δὲ καὶ τὸ σχῆμα τῷ τριγώνῳ καθ' αὑτὸ μέν, οὐ μέντοι πρώτως. ἡ δὲ κυρίως ἀπόδειξις ἐκ τῶν καθ' αὑτὸ καὶ πρώτως ὑπαρχόντων γίνεται. καὶ ἁπλῶς, ἡ ἐκ τῶν αἰτίων τὰ αἰτιατὰ πιστουμένη καὶ ἐκ τῶν καθόλου τὰ μερικώτερα. ἡ δὲ ἐκ τῶν αἰτιατῶν τὰ αἴτια πιστουμένη τεκμηριώδης ἀπόδειξις λέγεται· οἷον τὸ δεῖξαι ἐκ τῶν φωτισμῶν τῆς σελήνης ὅτι σφαιρική. εἰ γὰρ ἐδείκνυτο, διότι σφαιρική, διὰ τοῦτο φωτίζεσθαι οὕτως, τοῦτο ἂν εἴη κυρίως ἀπόδειξις. ἐκ γὰρ τοῦ αἰτίου τὸ αἰτιατὸν ἐδείκνυτ' ἄν. οὐ κεχρήμεθα δὲ ἐνταῦθα τῇ δείξει ταύτῃ, διότι τὸ αἰτιατὸν πρὸς ἡμᾶς σαφέστερόν ἐστι τοῦ αἰτίου. τεκμηριώδης δὲ ἀπόδειξις καὶ τὸ ἐκ τοῦ καπνοῦ τὸ πῦρ εὑρεῖν καὶ κατανοῆσαι. καὶ ἂν μὲν πάντως ἕπηται τὸ αἰτιατὸν τῷ αἰτίῳ, τεκμήριον τοῦτο λέγεται. τεκμήριον δέ ἐστι τὸ ἄλυτον σημεῖον. ἂν δὲ μὴ πάντως ἕποιτο, σημεῖον μὲν ἂν λέγοιτο, τεκμήριον δὲ οὐκέτι, διότι μηδὲ ἄλυτόν ἐστι· οἷον ὡς τὸ, ὠχρά ἐστιν, ἐπειδὴ τέτοκεν· οὐ πάντως γὰρ τῇ ὠχρότητι παρακολουθεῖ τὸ τετοκέναι. ἀπόδειξίς ἐστι μέθοδος διὰ συλλογισμῶν συλλογιστική, ὅταν ἐξ ἀληθῶν καὶ πρώτων ὁ συλλογισμὸς γίνηται.
*)apo/deicis: a)po/deicis o(/rou diafe/rei. dei= prw=ton zhth=sai peri\ o(/rou, a)=ra mi/a e)sti\ me/qodos, kaq' h(\n pa/ntwn tw=n o)/ntwn dunato\n tou\s o(/rous a)podou=nai, h)\ pollai/. kai\ ei) mi/a, ti/s au(/th: ei) de\ pollai\, po/sai to\n a)riqmo\n kai\ poi=ai. kai\ o(/tan eu(/rwmen, tosai/de kai\ toiai/de, u(pografh=| h)\ o(rismw=|, a)/llh pa/lin h(ma=s diade/xetai zh/thsis, poi/ais tw=n meqo/dwn e)pi\ poi/wn pragma/twn xrhste/on. kai\ o(/tan eu(/rwmen tou=to, e)peidh\ o( o(rismo\s e)k genw=n e)sti kai\ diaforw=n, ti/ tou= prokeime/nou pra/gmatos to\ ge/nos kai\ ti/nes ai( diaforai/, i(/na sumple/cantes ta\s sustatika\s diafora\s tw=| ge/nei, a)podw=men au)tou= to\n o(rismo/n. e)/sti de\ kai\ e(te/ra xalepo/ths. w(/|tini ga\r prw/tws ti e)nupa/rxei, tou=to kai\ kaq' au(to\ u(pa/rxei. kaq' au(to\ de/ e)sti to\ kat' ou)si/an. ou)ke/ti de\ kai\ ei)/ ti kaq' au(to\ u(pa/rxei, tou=to kai\ prw/tws u(pa/rxei. to\ ga\r zw=|on tw=| a)nqrw/pw| kaq' au(to\ me\n u(pa/rxei, ou) prw/tws de/: dio\ ka)\n mh\ h)=| a)/nqrwpos, zw=|o/n e)stin, w(/ste ou) prw/tws tw=| a)nqrw/pw| to\ zw=|on u(pa/rxei. o(moi/ws de\ kai\ to\ sxh=ma tw=| trigw/nw| kaq' au(to\ me/n, ou) me/ntoi prw/tws. h( de\ kuri/ws a)po/deicis e)k tw=n kaq' au(to\ kai\ prw/tws u(parxo/ntwn gi/netai. kai\ a(plw=s, h( e)k tw=n ai)ti/wn ta\ ai)tiata\ pistoume/nh kai\ e)k tw=n kaqo/lou ta\ merikw/tera. h( de\ e)k tw=n ai)tiatw=n ta\ ai)/tia pistoume/nh tekmhriw/dhs a)po/deicis le/getai: oi(=on to\ dei=cai e)k tw=n fwtismw=n th=s selh/nhs o(/ti sfairikh/. ei) ga\r e)dei/knuto, dio/ti sfairikh/, dia\ tou=to fwti/zesqai ou(/tws, tou=to a)\n ei)/h kuri/ws a)po/deicis. e)k ga\r tou= ai)ti/ou to\ ai)tiato\n e)dei/knut' a)/n. ou) kexrh/meqa de\ e)ntau=qa th=| dei/cei tau/th|, dio/ti to\ ai)tiato\n pro\s h(ma=s safe/stero/n e)sti tou= ai)ti/ou. tekmhriw/dhs de\ a)po/deicis kai\ to\ e)k tou= kapnou= to\ pu=r eu(rei=n kai\ katanoh=sai. kai\ a)\n me\n pa/ntws e(/phtai to\ ai)tiato\n tw=| ai)ti/w|, tekmh/rion tou=to le/getai. tekmh/rion de/ e)sti to\ a)/luton shmei=on. a)\n de\ mh\ pa/ntws e(/poito, shmei=on me\n a)\n le/goito, tekmh/rion de\ ou)ke/ti, dio/ti mhde\ a)/luto/n e)sti: oi(=on w(s to\, w)xra/ e)stin, e)peidh\ te/token: ou) pa/ntws ga\r th=| w)xro/thti parakolouqei= to\ tetoke/nai. a)po/deici/s e)sti me/qodos dia\ sullogismw=n sullogistikh/, o(/tan e)c a)lhqw=n kai\ prw/twn o( sullogismo\s gi/nhtai.