Ἀρίσταινος
Aristainos, Aristaenus
Translated by Jennifer Benedict12 Jul 2001Vetting: high6 revisions
Aristainos, Aristaenus
Translated by Jennifer Benedict12 Jul 2001Vetting: high6 revisions
Ἀρίσταινος· Φιλοποίμην καὶ Ἀρίσταινος οἱ Ἀχαιοὶ συνέβησαν οὐ τὴν φύσιν μίαν σχεῖν, οὔτε τὴν αἵρεσιν τῆς πολιτείας. ἦν γὰρ ὁ μὲν Φιλοποίμην εὖ πεφυκὼς πρὸς τὰς πολεμικὰς χρείας καὶ κατὰ σῶμα καὶ κατὰ ψυχήν, ὁ δ' ἕτερος πρὸς τὰ πολιτικὰ καὶ λογικὰ τῶν διαβουλίων. τῇ δ' αἱρέσει κατὰ τὴν πολιτείαν τοῦτο διέφερον ἀλλήλων. τῆς γὰρ Ῥωμαίων ὑπεροχῆς ἤδη τοῖς Ἑλληνικοῖς πράγμασιν ἐμπλεκομένης ὁλοσχερῶς, κατά τε τοὺς Φιλιππικοὺς καὶ Ἀντιοχικοὺς καιροὺς Ἀρισταίνετος ἦγε τὴν ἀγωγὴν τῆς πολιτείας οὕτως, ὥστε πᾶν τὸ πρόσφορον μὲν Ῥωμαίοις ἐξ ἑτοίμου ποιεῖν, ἔνια δὲ καὶ πρὶν ἢ προστάξαι ἐκείνους. ἐπειρᾶτο μέντοιγε τῶν νόμων ἔχεσθαι δοκεῖν, καὶ τὴν τοιαύτην ἐφείλκετο φαντασίαν, εἴκων ὁπότε τούτων ἀντιπίπτοι τις προδήλως τοῖς ὑπὸ Ῥωμαίων γραφομένοις. ὁ δὲ Φιλοποίμην, ὅσα μὲν εἴη τῶν προκαλουμένων ἀκόλουθα τοῖς νόμοις καὶ τῇ συμμαχίᾳ, πάντα συγκατῄνει καὶ συνέπραττεν ἀπροφασίστως, ὅσα δὲ τούτων ἐκτὸς ἐπιτάττοιεν, οὐχ οἷός τ' ἦν ἐθελοντὴς συνυπακούειν, ἀλλὰ τὰς μὲν ἀρχὰς ἔφη δεῖν δίκαιον ἡγεῖσθαι, μετὰ δὲ ταῦτα πάλιν ἀξιοῦν. εἰ δὲ μηδ' οὕτω πείθοιεν, τέλος οἷον ἐπιμαρτυρομένους εἴκειν καὶ τότε ποιεῖν τὸ παραγγελλόμενον.
*)ari/stainos: *filopoi/mhn kai\ *)ari/stainos oi( *)axaioi\ sune/bhsan ou) th\n fu/sin mi/an sxei=n, ou)/te th\n ai(/resin th=s politei/as. h)=n ga\r o( me\n *filopoi/mhn eu)= pefukw\s pro\s ta\s polemika\s xrei/as kai\ kata\ sw=ma kai\ kata\ yuxh/n, o( d' e(/teros pro\s ta\ politika\ kai\ logika\ tw=n diabouli/wn. th=| d' ai(re/sei kata\ th\n politei/an tou=to die/feron a)llh/lwn. th=s ga\r *(rwmai/wn u(peroxh=s h)/dh toi=s *(ellhnikoi=s pra/gmasin e)mplekome/nhs o(losxerw=s, kata/ te tou\s *filippikou\s kai\ *)antioxikou\s kairou\s *)aristai/netos h)=ge th\n a)gwgh\n th=s politei/as ou(/tws, w(/ste pa=n to\ pro/sforon me\n *(rwmai/ois e)c e(toi/mou poiei=n, e)/nia de\ kai\ pri\n h)\ prosta/cai e)kei/nous. e)peira=to me/ntoige tw=n no/mwn e)/xesqai dokei=n, kai\ th\n toiau/thn e)fei/lketo fantasi/an, ei)/kwn o(po/te tou/twn a)ntipi/ptoi tis prodh/lws toi=s u(po\ *(rwmai/wn grafome/nois. o( de\ *filopoi/mhn, o(/sa me\n ei)/h tw=n prokaloume/nwn a)ko/louqa toi=s no/mois kai\ th=| summaxi/a|, pa/nta sugkath/|nei kai\ sune/pratten a)profasi/stws, o(/sa de\ tou/twn e)kto\s e)pita/ttoien, ou)x oi(=o/s t' h)=n e)qelonth\s sunupakou/ein, a)lla\ ta\s me\n a)rxa\s e)/fh dei=n di/kaion h(gei=sqai, meta\ de\ tau=ta pa/lin a)ciou=n. ei) de\ mhd' ou(/tw pei/qoien, te/los oi(=on e)pimarturome/nous ei)/kein kai\ to/te poiei=n to\ paraggello/menon.