Ἀσδρούβας
Hasdrubal
Translated by Jennifer Benedict12 Dec 2001Vetting: high6 revisions
Translation
Search concerning this man in [the entry about] Hannibal.2
Hasdrubal
Translated by Jennifer Benedict12 Dec 2001Vetting: high6 revisions
Ἀσδρούβας, Καρχηδόνιος στρατηγός. οὗτος κατὰ τὴν τοῦ πολέμου συμβολὴν χαλεπῶς ἔχων τῆς ἐπὶ τὰ Μέγαρα ἐπιχειρήσεως, ὅσα Ῥωμαίων εἶχεν αἰχμάλωτα ἐπὶ τὸ τεῖχος ἀγαγὼν, ὅθεν εὐσύνοπτα Ῥωμαίοις ἔμελλε τὰ δρώμενα ἔσεσθαι, τῶν μὲν ὀφθαλμοὺς ἢ γλώττας ἢ νεῦρα ἢ αἰδοῖα σιδηρίοις ἐξεῖλκε καμπύλοις, τῶν δὲ ὑπέτεμνε τὰ πέλματα καὶ δακτύλους ἐξέκοπτεν, ἢ τὸ δέρμα τοῦ λοιποῦ σώματος ἀπέσπα, καὶ πάντας ἔμπνους ἔτι κατεκρήμνιζεν, ἀδιάλλακτα Καρχηδονίοις τὰ ἐς Ῥωμαίους ἐπινοῶν. καὶ ὁ μὲν αὐτοὺς οὕτως ἠρέθιζε τὴν σωτηρίαν ἔχειν ἐν μόνῃ τῇ μάχη, περιέστη δ' αὐτῷ ἐς τὸ ἐναντίον ὧν ἐπενόει. ὑπὸ γὰρ τοῦ συνειδότος οἱ Καρχηδόνιοι τῶνδε τῶν ἀθεμίστων ἔργων περιδεεῖς ἀντὶ προθύμων ἐγίγνοντο, καὶ τὸν Ἀσδρούβαν ὡς τὴν συγγνώμην σφῶν ἀφῃρημένον ἐμίσουν· καὶ μάλισθ' ἡ βουλὴ αὐτοῦ κατεβόα ὡς ὠμὰ καὶ ὑπερήφανα δεδρακότος ἐν συμφοραῖς οἰκείαις τοσαῖσδε. ὁ δὲ τῶν βουλευτῶν τινας ἔκτεινε καὶ ἐς πάντα ὢν ἤδη περιδεὴς ἐς τυραννίδα μᾶλλον ἢ στρατηγίαν περιῆλθεν, ὡς ἐν τῷδε μόνῳ τὸ ἀσφαλὲς ἕξων, εἰ φοβερὸς αὐτοῖς εἴη καὶ διὰ τοῦτο δυσεπιχείρητος. ζήτει περὶ τούτου ἐν τῷ Ἀννίβας.
*)asdrou/bas, *karxhdo/nios strathgo/s. ou(=tos kata\ th\n tou= pole/mou sumbolh\n xalepw=s e)/xwn th=s e)pi\ ta\ *me/gara e)pixeirh/sews, o(/sa *(rwmai/wn ei)=xen ai)xma/lwta e)pi\ to\ tei=xos a)gagw\n, o(/qen eu)su/nopta *(rwmai/ois e)/melle ta\ drw/mena e)/sesqai, tw=n me\n o)fqalmou\s h)\ glw/ttas h)\ neu=ra h)\ ai)doi=a sidhri/ois e)cei=lke kampu/lois, tw=n de\ u(pe/temne ta\ pe/lmata kai\ daktu/lous e)ce/kopten, h)\ to\ de/rma tou= loipou= sw/matos a)pe/spa, kai\ pa/ntas e)/mpnous e)/ti katekrh/mnizen, a)dia/llakta *karxhdoni/ois ta\ e)s *(rwmai/ous e)pinow=n. kai\ o( me\n au)tou\s ou(/tws h)re/qize th\n swthri/an e)/xein e)n mo/nh| th=| ma/xh, perie/sth d' au)tw=| e)s to\ e)nanti/on w(=n e)peno/ei. u(po\ ga\r tou= suneido/tos oi( *karxhdo/nioi tw=nde tw=n a)qemi/stwn e)/rgwn perideei=s a)nti\ proqu/mwn e)gi/gnonto, kai\ to\n *)asdrou/ban w(s th\n suggnw/mhn sfw=n a)fh|rhme/non e)mi/soun: kai\ ma/lisq' h( boulh\ au)tou= katebo/a w(s w)ma\ kai\ u(perh/fana dedrako/tos e)n sumforai=s oi)kei/ais tosai=sde. o( de\ tw=n bouleutw=n tinas e)/kteine kai\ e)s pa/nta w)\n h)/dh perideh\s e)s turanni/da ma=llon h)\ strathgi/an perih=lqen, w(s e)n tw=|de mo/nw| to\ a)sfale\s e(/cwn, ei) fobero\s au)toi=s ei)/h kai\ dia\ tou=to dusepixei/rhtos. zh/tei peri\ tou/tou e)n tw=| *)anni/bas.