Ἀθηναίας
Athenaiai, Athenaeae, Athenian women
Translated by Jennifer Benedict5 Nov 2000Vetting: high12 revisions
Athenaiai, Athenaeae, Athenian women
Translated by Jennifer Benedict5 Nov 2000Vetting: high12 revisions
Ἀθηναίας· ὁ Μετακλείδης οὔ φησι καλεῖσθαι τὰς γυναῖκας ἀλλ' Ἀττικὰς ἐν τοῖς περὶ Ὁμήρου, ἅμα καὶ τὴν αἰτίαν ἀποδιδούς· μόνους γάρ, φησι, τοὺς ἐκεῖθεν ἄνδρας μὲν Ἀθηναίους ὀνομάζουσι, γυναῖκας δὲ Ἀττικάς, ἵνα μὴ τὴν ἄγαμον αἱ γαμούμεναι τῇ προσηγορίᾳ καταισχύνωσιν. ἀλλὰ ἰδοὺ Φερεκράτης ἐν Γραυσί φησιν· Ἀθη- ναίαις αὐταῖς τε καὶ ταῖς συμμάχοις. καὶ Κάνθαρος Τηρεῖ· γυναῖκα Ἀθηναίαν καλήν τε καὶ ἀγαθήν. καὶ Φιλήμων Πτέρυγι· τὰς Ἱππονίκας τάσδε καὶ Λυσιστράτας καὶ Ναυσινίκας τὰς Ἀθηναίας λέγω. οἱ δὲ μὴ δεῖν φάσκοντες Ἀθηναίας λέγεσθαι τὰς Ἀττικὰς καὶ τὴν ὁμωνυμίαν αἰτιῶνται, ἣν ἐπιδέχονται πρὸς τὴν θεόν· Ἀθηναία γὰρ καὶ ἡ θεὸς καλεῖται· ἀλλ' ἀντὶ τοῦ Ἀθηναίας αὐτάς φασι λέγεσθαι καὶ Ἀττικάς. πλὴν πολλή γε ἡ χρῆσις τῆς φωνῆς ἐπὶ τῶν γυναικῶν παρὰ τοῖς ἀρχαίοις, ὡς οἵ τε προειρημένοι ποιηταὶ μαρτυροῦσι καὶ Δίφιλος ἐν Ἀμάστριδι. καὶ γὰρ καὶ τὴν Θεμιστοκλέους θυγατέρα Ἀθηναίαν ξένην φησίν· καὶ Πίνδαρος ἐν σχολίοις. ὁ μέντοι Φρύνιχος ἀνάττικόν φησιν εἶναι τὴν φωνὴν [καὶ] θαυμάζει, πῶς ὁ Φερεκράτης ἀττικώτατος ὢν χρῆται τῇ λέξει.
*)aqhnai/as: o( *metaklei/dhs ou)/ fhsi kalei=sqai ta\s gunai=kas a)ll' *)attika\s e)n toi=s peri\ *(omh/rou, a(/ma kai\ th\n ai)ti/an a)podidou/s: mo/nous ga/r, fhsi, tou\s e)kei=qen a)/ndras me\n *)aqhnai/ous o)noma/zousi, gunai=kas de\ *)attika/s, i(/na mh\ th\n a)/gamon ai( gamou/menai th=| proshgori/a| kataisxu/nwsin. a)lla\ i)dou\ *ferekra/ths e)n *grausi/ fhsin: *)aqh- nai/ais au)tai=s te kai\ tai=s summa/xois. kai\ *ka/nqaros *threi=: gunai=ka *)aqhnai/an kalh/n te kai\ a)gaqh/n. kai\ *filh/mwn *pte/rugi: ta\s *(ipponi/kas ta/sde kai\ *lusistra/tas kai\ *nausini/kas ta\s *)aqhnai/as le/gw. oi( de\ mh\ dei=n fa/skontes *)aqhnai/as le/gesqai ta\s *)attika\s kai\ th\n o(mwnumi/an ai)tiw=ntai, h(\n e)pide/xontai pro\s th\n qeo/n: *)aqhnai/a ga\r kai\ h( qeo\s kalei=tai: a)ll' a)nti\ tou= *)aqhnai/as au)ta/s fasi le/gesqai kai\ *)attika/s. plh\n pollh/ ge h( xrh=sis th=s fwnh=s e)pi\ tw=n gunaikw=n para\ toi=s a)rxai/ois, w(s oi(/ te proeirhme/noi poihtai\ marturou=si kai\ *di/filos e)n *)ama/stridi. kai\ ga\r kai\ th\n *qemistokle/ous qugate/ra *)aqhnai/an ce/nhn fhsi/n: kai\ *pi/ndaros e)n sxoli/ois. o( me/ntoi *fru/nixos a)na/ttiko/n fhsin ei)=nai th\n fwnh\n [kai\] qauma/zei, pw=s o( *ferekra/ths a)ttikw/tatos w)\n xrh=tai th=| le/cei.