Δικτάτωρ
dictator
Translated by Kostas Zafeiris17 Jul 2004Vetting: high9 revisions
dictator
Translated by Kostas Zafeiris17 Jul 2004Vetting: high9 revisions
Δικτάτωρ· ἐπειδὴ Μάλιος, ἀνὴρ Λατῖνος μὲν γένος καὶ μέγα παρὰ τοῖς ὁμοφύλοις δυνάμενος, ἀναστήσας πανδημεὶ τὸ Λατίνων γένος χεῖρά τε μισθοφόρον πολλὴν ἀγείρας τιμωρεῖν τοῖς κηδεσταῖς ἀτίμως παρεωσμένοις ἠξίου τῆς δυναστείας, ἡ βουλὴ καταδείσασα τὸ πλῆθος τοῦ πολεμίου νέφους καινὸν ἡγεμονίας εὑρίσκει γένος, προχειρισαμένη τότε πρῶτον δικτάτορα, ὃς καθ' Ἑλλάδα γλῶτταν κληθείη ἂν εἰσηγητὴς τῶν λυσιτελῶν, ὑπερέχων μὲν τῆς τῶν ὑπάτων ἀρχῆς, τοῖς δὲ βασιλεῦσι προσφερέστατος· ἀνυπεύθυνόν τε γὰρ τῶν ὅλων εἶχε τὸ κράτος καὶ ἰσοτύραννον ἐν τῷ καθεστηκότι χρόνῳ τὴν ἐξουσίαν. τοιγαροῦν Γάϊος Καῖσαρ πρότερος καὶ μετὰ τοῦτον Αὔγουστος Ὀκταούιος, ὧν ὕστερον κατὰ τοὺς οἰκείους χρόνους μνημονεύσομεν, ὑπὸ τῷδε ὀνόματι τῆς μοναρχίας ἀντιλαμβάνεσθαι διέγνωσαν.
*dikta/twr: e)peidh\ *ma/lios, a)nh\r *lati=nos me\n ge/nos kai\ me/ga para\ toi=s o(mofu/lois duna/menos, a)nasth/sas pandhmei\ to\ *lati/nwn ge/nos xei=ra/ te misqofo/ron pollh\n a)gei/ras timwrei=n toi=s khdestai=s a)ti/mws parewsme/nois h)ci/ou th=s dunastei/as, h( boulh\ katadei/sasa to\ plh=qos tou= polemi/ou ne/fous kaino\n h(gemoni/as eu(ri/skei ge/nos, proxeirisame/nh to/te prw=ton dikta/tora, o(\s kaq' *(ella/da glw=ttan klhqei/h a)\n ei)shghth\s tw=n lusitelw=n, u(pere/xwn me\n th=s tw=n u(pa/twn a)rxh=s, toi=s de\ basileu=si prosfere/statos: a)nupeu/quno/n te ga\r tw=n o(/lwn ei)=xe to\ kra/tos kai\ i)sotu/rannon e)n tw=| kaqesthko/ti xro/nw| th\n e)cousi/an. toigarou=n *ga/i+os *kai=sar pro/teros kai\ meta\ tou=ton *au)/goustos *)oktaou/ios, w(=n u(/steron kata\ tou\s oi)kei/ous xro/nous mnhmoneu/somen, u(po\ tw=|de o)no/mati th=s monarxi/as a)ntilamba/nesqai die/gnwsan.