Δομνῖνος
Domninos, Domninus
Translated by Bradley Buszard7 Apr 2005Vetting: high13 revisions
Domninos, Domninus
Translated by Bradley Buszard7 Apr 2005Vetting: high13 revisions
Δομνῖνος, φιλόσοφος, Σύρος τὸ γένος ἀπό τε Λαοδικείας καὶ Λαρίσσης πόλεως Συρίας, μαθητὴς Συριανοῦ καὶ τοῦ Πρόκλου συμφοιτητής, ὥς φησι Δαμάσκιος. ἐν μὲν τοῖς μαθήμασιν ἱκανὸς ἀνήρ, ἐν δὲ τοῖς ἄλλοις φιλοσοφήμασιν ἐπιπολαιότερος. διὸ καὶ πολλὰ τῶν Πλάτωνος οἰκείοις δοξάσμασιν διέτρεψε. καὶ διαλυμηνάμενος ἀποχρώσας ὅμως εὐθύνας τῷ Πρόκλῳ δέδωκε, γράψαντι πρὸς αὐτὸν ὅλην πραγματείαν, καθαρτικὴν ὥς φησιν ἡ ἐπιγραφὴ τῶν δογμάτων τοῦ Πλάτωνος. ἦν δὲ οὐδὲ τὴν ζωὴν ἄκρος οἷον ἀληθῶς φιλόσοφον εἰπεῖν· ὁ γὰρ Ἀθήνησιν Ἀσκληπιὸς τὴν αὐτὴν ἴασιν ἐχρησμῴδει Πλουτάρχῳ τε τῷ Ἀθηναίῳ καὶ τῷ Σύρῳ Δομνίνῳ, τούτῳ μὲν αἷμ' ἀποπτύοντι πολλάκις καὶ τοῦτο φέροντι τῆς νόσου τὸ ὄνομα, ἐκείνῳ δὲ οὐκ οἶδα ὅ τι νενοσηκότι. ἡ δὲ ἴασις ἦν ἐμπίπλασθαι χοιρείων κρεῶν. ὁ μὲν δὴ Πλούταρχος οὐκ ἠνέσχετο τῆς τοιαύτης ὑγιείας καίτοι οὐκ οὔσης αὐτῷ παρανόμου κατὰ τὰ πάτρια, ἀλλὰ διαναστὰς ἀπὸ τοῦ ὕπνου καὶ διαγκωνισάμενος ἐπὶ τοῦ σκίμποδος ἀποβλέπων εἰς τὸ ἄγαλμα τοῦ Ἀσκληπιοῦ [καὶ γὰρ ἐτύγχανεν ἐγκαθεύδων τῷ προδόμῳ τοῦ ἱεροῦ], ὦ δέσποτα, ἔφη, τί δὲ ἂν προσέταξας Ἰουδαίῳ νοσοῦντι ταύτην τὴν νόσον; οὐ γὰρ ἂν καὶ ἐκείνῳ ἐμφορεῖσθαι χοιρείων κρεῶν ἐκέλευσας. ταῦτα εἶπεν, ὁ δὲ Ἀσκληπιὸς αὐτίκα ἀπὸ τοῦ ἀγάλματος ἐμμελέστατον δή τινα φθόγγον, ἑτέραν ὑπεγράψατο θεραπείαν τῷ πάθει. Δομνῖνος δὲ οὐδὲ κατὰ θέμιν πεισθεὶς τῷ ὀνείρῳ, θέμιν τὴν Σύροις πάτριον, οὐδὲ παραδείγματι τῷ Πλουτάρχῳ χρησάμενος ἔφαγέ τε τότε καὶ ἤσθιεν ἀεὶ τῶν κρεῶν. λέγεταί που μίαν εἰ διέλειπεν ἡμέραν ἄγευστος ἐπιτίθεσθαι τὸ πάθημα πάντως, ἕως ἐνεπλήσθη. τούτῳ οὖν ἤδη προσγεγηρακότι νεώτερος ὢν ἐντυχεῖν ὁ Ἀσκληπιόδοτος λέγεται, ἰδεῖν δὲ ἄνθρωπον ἔχοντά τι περιττὸν καὶ ἀστεμφὲς οὐκ ἀξιοῦντα λόγου πολλοῦ τοὺς ἐντυγχάνοντας ἰδιώτας ἢ ξένους, ἄλλως τε καὶ τοὺς ἐπὶ τῷ διαφέρειν αὐχοῦντας, ἀμέλει καὶ ἑαυτῷ προσενεχθῆναι τραχύτερον. ἐπειδὴ περὶ ἀριθμητικοῦ ὅτου δὴ θεωρήματος οὐκ ἠξίου ὁμολογεῖν πρὸς αὐτόν, οἷα δὲ νέος ὢν οὐδὲ ἐνδιδόναι τι μαλθακόν, ἀλλὰ διελέγχειν τὸν λόγον οὕτω θρασέως ὥστε τὸν Δομνῖνον μηκέτι προσέσθαι αὐτὸν εἰς ὁμιλίαν.
*domni=nos, filo/sofos, *su/ros to\ ge/nos a)po/ te *laodikei/as kai\ *lari/sshs po/lews *suri/as, maqhth\s *surianou= kai\ tou= *pro/klou sumfoithth/s, w(/s fhsi *dama/skios. e)n me\n toi=s maqh/masin i(kano\s a)nh/r, e)n de\ toi=s a)/llois filosofh/masin e)pipolaio/teros. dio\ kai\ polla\ tw=n *pla/twnos oi)kei/ois doca/smasin die/treye. kai\ dialumhna/menos a)poxrw/sas o(/mws eu)qu/nas tw=| *pro/klw| de/dwke, gra/yanti pro\s au)to\n o(/lhn pragmatei/an, kaqartikh\n w(/s fhsin h( e)pigrafh\ tw=n dogma/twn tou= *pla/twnos. h)=n de\ ou)de\ th\n zwh\n a)/kros oi(=on a)lhqw=s filo/sofon ei)pei=n: o( ga\r *)aqh/nhsin *)asklhpio\s th\n au)th\n i)/asin e)xrhsmw/|dei *plouta/rxw| te tw=| *)aqhnai/w| kai\ tw=| *su/rw| *domni/nw|, tou/tw| me\n ai(=m' a)poptu/onti polla/kis kai\ tou=to fe/ronti th=s no/sou to\ o)/noma, e)kei/nw| de\ ou)k oi)=da o(/ ti nenoshko/ti. h( de\ i)/asis h)=n e)mpi/plasqai xoirei/wn krew=n. o( me\n dh\ *plou/tarxos ou)k h)ne/sxeto th=s toiau/ths u(giei/as kai/toi ou)k ou)/shs au)tw=| parano/mou kata\ ta\ pa/tria, a)lla\ dianasta\s a)po\ tou= u(/pnou kai\ diagkwnisa/menos e)pi\ tou= ski/mpodos a)poble/pwn ei)s to\ a)/galma tou= *)asklhpiou= [kai\ ga\r e)tu/gxanen e)gkaqeu/dwn tw=| prodo/mw| tou= i(erou=], w)= de/spota, e)/fh, ti/ de\ a)\n prose/tacas *)ioudai/w| nosou=nti tau/thn th\n no/son; ou) ga\r a)\n kai\ e)kei/nw| e)mforei=sqai xoirei/wn krew=n e)ke/leusas. tau=ta ei)=pen, o( de\ *)asklhpio\s au)ti/ka a)po\ tou= a)ga/lmatos e)mmele/staton dh/ tina fqo/ggon, e(te/ran u(pegra/yato qerapei/an tw=| pa/qei. *domni=nos de\ ou)de\ kata\ qe/min peisqei\s tw=| o)nei/rw|, qe/min th\n *su/rois pa/trion, ou)de\ paradei/gmati tw=| *plouta/rxw| xrhsa/menos e)/fage/ te to/te kai\ h)/sqien a)ei\ tw=n krew=n. le/getai/ pou mi/an ei) die/leipen h(me/ran a)/geustos e)piti/qesqai to\ pa/qhma pa/ntws, e(/ws e)neplh/sqh. tou/tw| ou)=n h)/dh prosgeghrako/ti new/teros w)\n e)ntuxei=n o( *)asklhpio/dotos le/getai, i)dei=n de\ a)/nqrwpon e)/xonta/ ti peritto\n kai\ a)stemfe\s ou)k a)ciou=nta lo/gou pollou= tou\s e)ntugxa/nontas i)diw/tas h)\ ce/nous, a)/llws te kai\ tou\s e)pi\ tw=| diafe/rein au)xou=ntas, a)me/lei kai\ e(autw=| prosenexqh=nai traxu/teron. e)peidh\ peri\ a)riqmhtikou= o(/tou dh\ qewrh/matos ou)k h)ci/ou o(mologei=n pro\s au)to/n, oi(=a de\ ne/os w)\n ou)de\ e)ndido/nai ti malqako/n, a)lla\ diele/gxein to\n lo/gon ou(/tw qrase/ws w(/ste to\n *domni=non mhke/ti prose/sqai au)to\n ei)s o(mili/an.