Δημήτριος
Demetrios, Demetrius
Translated by William Hutton16 Dec 2003Vetting: high8 revisions
Demetrios, Demetrius
Translated by William Hutton16 Dec 2003Vetting: high8 revisions
Δημήτριος, ὁ Ἀντιγόνου, καὶ Πτολεμαῖος ὡμολόγησαν φιλίαν σφίσιν ἔνσπονδον εἶναι ἐπ' ἐλευθερώσει τῆς πάσης Ἑλλάδος καὶ ἐπὶ τῷ τῇ ἀλλήλων ἐπιμαχεῖν· καὶ ἅμιλλα ἦν αὐτοῖν, πότερος μᾶλλον τὰ δόξαντα ἔργῳ ἐμπεδώσει. καὶ ὁ Μακεδονικὸς ἄρχων οὐ διὰ σχολαιότητος ἀφικνεῖται καὶ τήν τε Μουνυχίασιν οὖσαν φρουρὰν ἐκβάλλει καὶ Διονύσιον, τὸν ἐπιτεταγμένον αὐτῇ, κτείνει καὶ Δημήτριον τὸν Φαληρέα μεθίστησιν, ὃς δὴ τὰ Ἀθήνησιν ἦγεν εἰς ὀλιγαρχίαν, καὶ αὐτονομεῖσθαι, καθότι πάτριον, Ἀθηναίοις τε καὶ Μεγαρεῦσιν ἔδωκεν, φυλάττειν τε ὅσα ἦν σφίσιν ἐκ τῆς εἰς τὸ ἀρχαῖον πολιτείας νόμιμα. ὁ δὲ Πτολεμαῖος ἅτε διαφερόντως τρόπου πραότητα καὶ φιλανθρωπίαν ἔργοις δηλώσας ἐπῆρε τοὺς Ἕλληνας τῇ τοῦ ἐλευθεροῦσθαι ἐλπίδι ἐνδιδόναι σφᾶς ἐπὶ μᾶλλον· ἐπεὶ καὶ τὰ ἐφολκὰ τῶν λόγων καὶ ὧν ἔπραττε, θαρσεῖν ἐποίει, πιστεύοντας ὡς ἐπὶ σαφεῖ τῶν Ἑλλήνων ἐλευθερώσει καὶ οὐκ ἀρχῆς ἐπιθυμίᾳ τὰ πραττόμενα γίγνοιτο. αὐτονόμους τε δὴ τὰς πλείστας τῶν Ἑλληνίδων πόλεων ἀφίησι καὶ τὰς Ἰσθμιάδας σπονδὰς ἐπήγγελλε κελεύων οἷα ἐπ' ἐλευθερώσει θαλλο- φοροῦντας θεωρεῖν εἰς τὰ Ἴσθμια. ἄρας δὲ ἐντεῦθεν ἀπέπλευσεν ἐπ' Αἰγύπτου, Λεωνίδην ἐπὶ τῇ Ἑλληνικῇ ἀρχῇ ἐπιστήσας· καὶ Λιβύης πάσης ἐκράτησεν, Ὀφέλλα τοῦ Κυρηναίου δυνάστου πρὸς Ἀγαθοκλέους κατὰ Σικελίαν ἀναιρεθέντος δόλῳ. διέμεινε δὲ ἄρα οὐκ ἐπὶ πολὺ Πτολεμαίῳ καὶ Δημητρίῳ ἡ ὁμολογία τῆς ξυμβάσεως πέρι.
*dhmh/trios, o( *)antigo/nou, kai\ *ptolemai=os w(molo/ghsan fili/an sfi/sin e)/nspondon ei)=nai e)p' e)leuqerw/sei th=s pa/shs *(ella/dos kai\ e)pi\ tw=| th=| a)llh/lwn e)pimaxei=n: kai\ a(/milla h)=n au)toi=n, po/teros ma=llon ta\ do/canta e)/rgw| e)mpedw/sei. kai\ o( *makedoniko\s a)/rxwn ou) dia\ sxolaio/thtos a)fiknei=tai kai\ th/n te *mounuxi/asin ou)=san froura\n e)kba/llei kai\ *dionu/sion, to\n e)pitetagme/non au)th=|, ktei/nei kai\ *dhmh/trion to\n *falhre/a meqi/sthsin, o(\s dh\ ta\ *)aqh/nhsin h)=gen ei)s o)ligarxi/an, kai\ au)tonomei=sqai, kaqo/ti pa/trion, *)aqhnai/ois te kai\ *megareu=sin e)/dwken, fula/ttein te o(/sa h)=n sfi/sin e)k th=s ei)s to\ a)rxai=on politei/as no/mima. o( de\ *ptolemai=os a(/te diafero/ntws tro/pou prao/thta kai\ filanqrwpi/an e)/rgois dhlw/sas e)ph=re tou\s *(/ellhnas th=| tou= e)leuqerou=sqai e)lpi/di e)ndido/nai sfa=s e)pi\ ma=llon: e)pei\ kai\ ta\ e)folka\ tw=n lo/gwn kai\ w(=n e)/pratte, qarsei=n e)poi/ei, pisteu/ontas w(s e)pi\ safei= tw=n *(ellh/nwn e)leuqerw/sei kai\ ou)k a)rxh=s e)piqumi/a| ta\ pratto/mena gi/gnoito. au)tono/mous te dh\ ta\s plei/stas tw=n *(ellhni/dwn po/lewn a)fi/hsi kai\ ta\s *)isqmia/das sponda\s e)ph/ggelle keleu/wn oi(=a e)p' e)leuqerw/sei qallo- forou=ntas qewrei=n ei)s ta\ *)/isqmia. a)/ras de\ e)nteu=qen a)pe/pleusen e)p' *ai)gu/ptou, *lewni/dhn e)pi\ th=| *(ellhnikh=| a)rxh=| e)pisth/sas: kai\ *libu/hs pa/shs e)kra/thsen, *)ofe/lla tou= *kurhnai/ou duna/stou pro\s *)agaqokle/ous kata\ *sikeli/an a)naireqe/ntos do/lw|. die/meine de\ a)/ra ou)k e)pi\ polu\ *ptolemai/w| kai\ *dhmhtri/w| h( o(mologi/a th=s cumba/sews pe/ri.