Ἐπιστήμη
knowledge, science, understanding
Translated by Marcelo Boeri14 Dec 1999Vetting: high6 revisions
knowledge, science, understanding
Translated by Marcelo Boeri14 Dec 1999Vetting: high6 revisions
Ἐπιστήμη καὶ αἴσθησις τῶν ἀνομογενῶν καὶ μὴ πολὺ διεστώτων· ἃ ἕτερα ἀλλήλων κατὰ γένος. τῆς μὲν γὰρ ἐπιστήμης ἡ ὑπόληψις γένος, ἡ δὲ αἴσθησις οὐχ ὑπόληψις. κατὰ ἀναλογίαν μέντοι ταὐτά ἐστιν· ὡς γὰρ αἴσθησις πρὸς αἰσθητά, οὕτως ἐπιστήμη πρὸς ἐπιστητά, καὶ ἀμφότερα κριτικά· ἤδη γοῦν τινες διὰ τὴν ὁμοιότητα αὐτῶν ταὐτὸν ἐπιστήμην τε καὶ αἴσθησιν εἶπον εἶναι. διαφέρει δὲ ἀλλήλων· ἡ μὲν γὰρ αἴσθησις περὶ τὰ ἐνδεχόμενα ἄλλως ἔχειν, ἐπιστήμη δὲ οὐδενὸς ἐνδεχομένου. καὶ ἡ μὲν ἐπιστήμη ἑκάστου τῆς τῶν ἐπιστητῶν οὐσίας γνωστική, ἡ δὲ αἴσθησις οὐδενὸς τῶν αἰσθητῶν τῆς οὐσίας ἐστὶ γνωστική. καὶ ἡ μὲν ἐπιστήμη ἐπίκτητος, ἡ δὲ ἐξ ἀρχῆς. καὶ ἡ μὲν κοινὴ τῶν ἄλλων ζῴων, ἡ δὲ ἴδιος ἀνθρώπων ἢ ὅλως λογικῶν· καὶ ἡ μὲν φύσει, ἡ δὲ διδασκαλίᾳ. καὶ ἐπὶ μὲν τῆς αἰσθήσεως προάγει ἡ ἕξις τὰς ἐνεργείας· ὁρατικοὶ γὰρ ὄντες εἴδομεν· κατὰ δὲ τὰς ἐπιστήμας τὰς ἕξεις διὰ τῶν ἐνεργειῶν κτώμεθα· ἐνεργοῦντες γὰρ κατὰ τὰ γραμματικὰ γραμματικοὶ γινόμεθα. καὶ αἰσθήσεως μὲν ἀναιρουμένης συναναιρεῖται καὶ τὸ ζῷον· ἐπιστήμης δὲ ἀναιρουμένης οὐκ ἀναιρεῖται τὸ ζῷον.
*)episth/mh kai\ ai)/sqhsis tw=n a)nomogenw=n kai\ mh\ polu\ diestw/twn: a(\ e(/tera a)llh/lwn kata\ ge/nos. th=s me\n ga\r e)pisth/mhs h( u(po/lhyis ge/nos, h( de\ ai)/sqhsis ou)x u(po/lhyis. kata\ a)nalogi/an me/ntoi tau)ta/ e)stin: w(s ga\r ai)/sqhsis pro\s ai)sqhta/, ou(/tws e)pisth/mh pro\s e)pisthta/, kai\ a)mfo/tera kritika/: h)/dh gou=n tines dia\ th\n o(moio/thta au)tw=n tau)to\n e)pisth/mhn te kai\ ai)/sqhsin ei)=pon ei)=nai. diafe/rei de\ a)llh/lwn: h( me\n ga\r ai)/sqhsis peri\ ta\ e)ndexo/mena a)/llws e)/xein, e)pisth/mh de\ ou)deno\s e)ndexome/nou. kai\ h( me\n e)pisth/mh e(ka/stou th=s tw=n e)pisthtw=n ou)si/as gnwstikh/, h( de\ ai)/sqhsis ou)deno\s tw=n ai)sqhtw=n th=s ou)si/as e)sti\ gnwstikh/. kai\ h( me\n e)pisth/mh e)pi/kthtos, h( de\ e)c a)rxh=s. kai\ h( me\n koinh\ tw=n a)/llwn zw/|wn, h( de\ i)/dios a)nqrw/pwn h)\ o(/lws logikw=n: kai\ h( me\n fu/sei, h( de\ didaskali/a|. kai\ e)pi\ me\n th=s ai)sqh/sews proa/gei h( e(/cis ta\s e)nergei/as: o(ratikoi\ ga\r o)/ntes ei)/domen: kata\ de\ ta\s e)pisth/mas ta\s e(/ceis dia\ tw=n e)nergeiw=n ktw/meqa: e)nergou=ntes ga\r kata\ ta\ grammatika\ grammatikoi\ gino/meqa. kai\ ai)sqh/sews me\n a)nairoume/nhs sunanairei=tai kai\ to\ zw=|on: e)pisth/mhs de\ a)nairoume/nhs ou)k a)nairei=tai to\ zw=|on.