Γέσιος
Gesios, Gesius
Translated by William Hutton17 Jun 2003Vetting: high5 revisions
Gesios, Gesius
Translated by William Hutton17 Jun 2003Vetting: high5 revisions
Γέσιος· ἐπὶ Ζήνωνος ἦν λαμπρυνόμενος ἐπὶ τέχνῃ ἰατρικῇ, Πετραῖος τὸ γένος. καθελὼν δὲ τὸν ἑαυτοῦ διδάσκαλον Δόμνον τὸν Ἰουδαῖον καὶ τοὺς ἑταίρους πρὸς ἑαυτὸν μεταστησάμενος ὀλίγου πάντας πανταχοῦ ἐγνωρίζετο καὶ μέγα κλέος εἶχεν, οὐ μόνον ἰατρικῆς ἕνεκα παρασκευῆς, τῆς τε διδασκαλικῆς καὶ τῆς ἐργάτιδος, ἀλλὰ καὶ τῆς ἄλλης ἁπάσης παιδείας. φιλότιμος γὰρ καὶ φιλόπονος ὢν ὁ ἀνὴρ ἄλλην τε πολλὴν ἐν πολλῷ χρόνῳ μελέτῃ καὶ οὐ φύσει προσπεριεβάλετο δοξοσοφίαν, καὶ τὴν τῶν ἰατρικῶν ἔργων τε καὶ λόγων ἀκριβεστέραν τῶν καθ' ἑαυτὸν πάντων ἰατρῶν τε καὶ ἰατροσοφιστῶν κατώρθωσε τέχνην. βραδέως δὲ ἀρξάμενος ἐπιδεικνύναι δημοσίᾳ τὴν ἐπιστήμην ταχέως ἀνέδραμέ τε καὶ εὐθήνησεν ἐπ' αὐτῇ, πομπικὸς ὢν καὶ ἐπιδεικτικὸς, φιλοσοφίας μὲν ἐπ' ὀλίγον ἥκων, ἰατρικῆς δὲ ἐπὶ πλεῖστον. ὅθεν καὶ χρημάτων μεγάλων ἐγένετο κύριος καὶ Ῥωμαϊκῶν ἔτυχεν ἀξιωμάτων οὐ τῶν τυχόντων. ἀποδέχομαι δὲ τὸ ἀνδρεῖον παράστημα τῆς ἀγαθῆς ψυχῆς. τόν τε γὰρ Ἡραΐσκον ἐπιζητούμενον ὑπὸ Ζήνωνος βασιλέως οἴκῳ τῷ ἰδίῳ κατέκρυψε, παραβαλόμενος πρὸς τὸν κίνδυνον καὶ, ἐπειδὴ ἐν τῇ φυγῇ νοσήσας ἀπηλλάγη τοῦ σώματος, εὖ τε περιστείλας καὶ τὰ νομιζόμενα θεραπεύσας. ὁ δὲ ἀποσταλεὶς βασιλικὸς Ἀγάπιον καὶ τοὺς ἄλλους φιλοσόφους κατασχὼν εἰς τὸ ἀρχεῖον ἀπήγαγε.
*ge/sios: e)pi\ *zh/nwnos h)=n lampruno/menos e)pi\ te/xnh| i)atrikh=|, *petrai=os to\ ge/nos. kaqelw\n de\ to\n e(autou= dida/skalon *do/mnon to\n *)ioudai=on kai\ tou\s e(tai/rous pro\s e(auto\n metasthsa/menos o)li/gou pa/ntas pantaxou= e)gnwri/zeto kai\ me/ga kle/os ei)=xen, ou) mo/non i)atrikh=s e(/neka paraskeuh=s, th=s te didaskalikh=s kai\ th=s e)rga/tidos, a)lla\ kai\ th=s a)/llhs a(pa/shs paidei/as. filo/timos ga\r kai\ filo/ponos w)\n o( a)nh\r a)/llhn te pollh\n e)n pollw=| xro/nw| mele/th| kai\ ou) fu/sei prosperieba/leto docosofi/an, kai\ th\n tw=n i)atrikw=n e)/rgwn te kai\ lo/gwn a)kribeste/ran tw=n kaq' e(auto\n pa/ntwn i)atrw=n te kai\ i)atrosofistw=n katw/rqwse te/xnhn. brade/ws de\ a)rca/menos e)pideiknu/nai dhmosi/a| th\n e)pisth/mhn taxe/ws a)ne/drame/ te kai\ eu)qh/nhsen e)p' au)th=|, pompiko\s w)\n kai\ e)pideiktiko\s, filosofi/as me\n e)p' o)li/gon h(/kwn, i)atrikh=s de\ e)pi\ plei=ston. o(/qen kai\ xrhma/twn mega/lwn e)ge/neto ku/rios kai\ *(rwmai+kw=n e)/tuxen a)ciwma/twn ou) tw=n tuxo/ntwn. a)pode/xomai de\ to\ a)ndrei=on para/sthma th=s a)gaqh=s yuxh=s. to/n te ga\r *(hrai/+skon e)pizhtou/menon u(po\ *zh/nwnos basile/ws oi)/kw| tw=| i)di/w| kate/kruye, parabalo/menos pro\s to\n ki/ndunon kai\, e)peidh\ e)n th=| fugh=| nosh/sas a)phlla/gh tou= sw/matos, eu)= te peristei/las kai\ ta\ nomizo/mena qerapeu/sas. o( de\ a)postalei\s basiliko\s *)aga/pion kai\ tou\s a)/llous filoso/fous katasxw\n ei)s to\ a)rxei=on a)ph/gage.