Ἰάκωβος
Iacobos, Jacob
Translated by Catharine Roth7 Jul 2006Vetting: high2 revisions
Iacobos, Jacob
Translated by Catharine Roth7 Jul 2006Vetting: high2 revisions
Ἰάκωβος, ἰατρός. ἀπὸ Δαμασκοῦ εἷλκε τὸ γένος καὶ ἐς τὸ ἀκριβέστατον ἀναβὰς τῆς ἐπιστήμης τέλειος ἦν, οὐ διαγινώσκων μόνον τὰς νόσους, ἀλλὰ καὶ ἰώμενος, ὁμοῦ μὲν κατὰ τὸν λόγον, ὁμοῦ δὲ κατὰ τὴν πεῖραν, ἐπιμελῶς τε καὶ ἱκανῶς· ὥστε τὰ πρωτεῖα τῆς ἰατρικῆς εὐκλείας ἀπενέγκασθαι τῶν καθ' ἑαυτὸν ἰατρῶν, παραβάλλεσθαι δὲ ἤδη πρὸς τοὺς ἀρχαίους, ὑπερβάλλειν δὲ αὐτῶν τούς γε πλείους· οἷα δὲ ἔχοντα δύναμιν ἰσόθεον ἀγαπᾶσθαι καὶ προσκυνεῖσθαι ὑπὸ τῶν δεομένων· οὕτω δὲ θαρρεῖν ἐφ' ἑαυτῷ καὶ ἐπὶ τῇ κρίσει τῶν οἰκείων μεθόδων, ὥστε εἰ ἀπελθὼν πρὸς τὸν ἄρρωστον καὶ τοῖς σημείοις τὸ νόσημα διαγνοὺς ἀπεφήνατο βιώσιμον εἶναι τὸν ἄνθρωπον, εὐέλπιδας γίνεσθαι πάντας, ὡς ὑγείας ἐσομένης· εἰ δὲ μὴ ὡς τελευτῆς· καὶ μηδένα πώποτε τῶν ἐλπίδων διαψευσθῆναι. ἔλεγε δὲ ὁ αὐτός, χρῆναι τὸν ἄριστον ἰατρὸν ἤτοι ἀπογνῶναι τῆς νόσου ἢ ἁψάμενον εὐθὺς εἰς ῥᾷον μεταβαλεῖν τὸν νοσοῦντα καὶ ἔχοντα μετριώτερον ἀπολείπειν· ἄλλως δὲ μὴ ἀποστῆναι πρότερον. πάντας δὲ ὡς εἰπεῖν ἀπήλλαττε τῶν ἐνοχλούντων παθῶν παραυτίκα ἢ μικρὸν ὕστερον. διόπερ οἱ μὲν ἄλλοι σωτῆρα τὸν Ἰάκωβον ἀπεκάλουν, οἷά ποτε καὶ τὸν Ἀσκληπιόν· οἱ δὲ ἰατροὶ διέβαλλον ἀεὶ καὶ ἐλοιδόρουν, ὡς οἷόν τινα οὐκ ἰατρόν, ἀλλὰ θεοφιλῆ τινα καὶ ἱερόν· καὶ οὐκ ἐψεύδοντο. ἦν γὰρ ἐπιεικὴς ὁ ἀνὴρ καὶ θεῷ τῷ ὄντι κεχαρισμένος. εἰ δὲ δεῖ τὸ τοῦ φιλοσόφου εἰπεῖν, Ἀσκληπιαδικὴν ᾤετο τὴν τοῦ Ἰακώβου ψυχὴν καὶ κατὰ φύσιν Παιώνειον· προσεῖναι δὲ καὶ τὴν ἐρωτικὴν τοῦ ἐπιτηδεύματος ἐπιμέλειαν, ἣ μάλιστα φιλεῖ τοὺς τεχνίτας ἑκάστους οἰκειοῦν καὶ προσάγειν τοῖς ἐφόροις τῆς τέχνης. οὕτω καὶ Φειδίαν ἐνθουσιῶντα δημιουργεῖν, οὕτω καὶ Ζεῦξιν εἰκάζειν τὰ ἀγάλματα.
*)ia/kwbos, i)atro/s. a)po\ *damaskou= ei(=lke to\ ge/nos kai\ e)s to\ a)kribe/staton a)naba\s th=s e)pisth/mhs te/leios h)=n, ou) diaginw/skwn mo/non ta\s no/sous, a)lla\ kai\ i)w/menos, o(mou= me\n kata\ to\n lo/gon, o(mou= de\ kata\ th\n pei=ran, e)pimelw=s te kai\ i(kanw=s: w(/ste ta\ prwtei=a th=s i)atrikh=s eu)klei/as a)pene/gkasqai tw=n kaq' e(auto\n i)atrw=n, paraba/llesqai de\ h)/dh pro\s tou\s a)rxai/ous, u(perba/llein de\ au)tw=n tou/s ge plei/ous: oi(=a de\ e)/xonta du/namin i)so/qeon a)gapa=sqai kai\ proskunei=sqai u(po\ tw=n deome/nwn: ou(/tw de\ qarrei=n e)f' e(autw=| kai\ e)pi\ th=| kri/sei tw=n oi)kei/wn meqo/dwn, w(/ste ei) a)pelqw\n pro\s to\n a)/rrwston kai\ toi=s shmei/ois to\ no/shma diagnou\s a)pefh/nato biw/simon ei)=nai to\n a)/nqrwpon, eu)e/lpidas gi/nesqai pa/ntas, w(s u(gei/as e)some/nhs: ei) de\ mh\ w(s teleuth=s: kai\ mhde/na pw/pote tw=n e)lpi/dwn diayeusqh=nai. e)/lege de\ o( au)to/s, xrh=nai to\n a)/riston i)atro\n h)/toi a)pognw=nai th=s no/sou h)\ a(ya/menon eu)qu\s ei)s r(a=|on metabalei=n to\n nosou=nta kai\ e)/xonta metriw/teron a)polei/pein: a)/llws de\ mh\ a)posth=nai pro/teron. pa/ntas de\ w(s ei)pei=n a)ph/llatte tw=n e)noxlou/ntwn paqw=n parauti/ka h)\ mikro\n u(/steron. dio/per oi( me\n a)/lloi swth=ra to\n *)ia/kwbon a)peka/loun, oi(=a/ pote kai\ to\n *)asklhpio/n: oi( de\ i)atroi\ die/ballon a)ei\ kai\ e)loido/roun, w(s oi(=o/n tina ou)k i)atro/n, a)lla\ qeofilh= tina kai\ i(ero/n: kai\ ou)k e)yeu/donto. h)=n ga\r e)pieikh\s o( a)nh\r kai\ qew=| tw=| o)/nti kexarisme/nos. ei) de\ dei= to\ tou= filoso/fou ei)pei=n, *)asklhpiadikh\n w)/|eto th\n tou= *)iakw/bou yuxh\n kai\ kata\ fu/sin *paiw/neion: prosei=nai de\ kai\ th\n e)rwtikh\n tou= e)pithdeu/matos e)pime/leian, h(\ ma/lista filei= tou\s texni/tas e(ka/stous oi)keiou=n kai\ prosa/gein toi=s e)fo/rois th=s te/xnhs. ou(/tw kai\ *feidi/an e)nqousiw=nta dhmiourgei=n, ou(/tw kai\ *zeu=cin ei)ka/zein ta\ a)ga/lmata.