Κεκίλιος
Caecilius
Translated by Malcolm Heath27 Feb 2000Vetting: high9 revisions
Caecilius
Translated by Malcolm Heath27 Feb 2000Vetting: high9 revisions
Κεκίλιος, Σικελιώτης, Καλλατιανός· Κάλλαντις δὲ πόλις Σικελίας· ῥήτωρ, σοφιστεύσας ἐν Ῥώμῃ ἐπὶ τοῦ Σεβαστοῦ Καίσαρος καὶ ἕως Ἀδριανοῦ, καὶ ἀπὸ δούλων, ὥς τινες ἱστορήκασι, καὶ πρότερον μὲν καλούμενος Ἀρχάγαθος, τὴν δὲ δόξαν Ἰουδαῖος. βιβλία δὲ αὐτοῦ πολλά· Κατὰ Φρυγῶν δύο· ἔστι δὲ κατὰ στοιχεῖον. Ἀπόδειξις τοῦ εἰρῆσθαι πᾶσαν λέξιν καλλιρρημοσύνης· ἔστι δὲ ἐκλογὴ λέξεων κατὰ στοιχεῖον· Σύγκρισις Δημοσθένους καὶ Κικέρωνος· Τίνι διαφέρει ὁ Ἀττικὸς ζῆλος τοῦ Ἀσιανοῦ· Περὶ τοῦ χαρακτῆρος τῶν δέκα ῥητόρων· Σύγκρισις Δημοσθένους καὶ Αἰσχίνου· Περὶ Δημοσθένους, ποῖοι αὐτοῦ γνήσιοι λόγοι καὶ ποῖοι νόθοι· Περὶ τῶν κατὰ ἱστορίαν ἢ παρὰ ἱστορίαν εἰρημένων τοῖς ῥήτορσι· καὶ ἄλλα πλεῖστα. πῶς δὲ Ἰουδαῖος τοῦτο θαυμάζω· Ἰουδαῖος σοφὸς τὰ Ἑλληνικά.
*keki/lios, *sikeliw/ths, *kallatiano/s: *ka/llantis de\ po/lis *sikeli/as: r(h/twr, sofisteu/sas e)n *(rw/mh| e)pi\ tou= *sebastou= *kai/saros kai\ e(/ws *)adrianou=, kai\ a)po\ dou/lwn, w(/s tines i(storh/kasi, kai\ pro/teron me\n kalou/menos *)arxa/gaqos, th\n de\ do/can *)ioudai=os. bibli/a de\ au)tou= polla/: *kata\ *frugw=n du/o: e)/sti de\ kata\ stoixei=on. *)apo/deicis tou= ei)rh=sqai pa=san le/cin kallirrhmosu/nhs: e)/sti de\ e)klogh\ le/cewn kata\ stoixei=on: *su/gkrisis *dhmosqe/nous kai\ *kike/rwnos: *ti/ni diafe/rei o( *)attiko\s zh=los tou= *)asianou=: *peri\ tou= xarakth=ros tw=n de/ka r(hto/rwn: *su/gkrisis *dhmosqe/nous kai\ *ai)sxi/nou: *peri\ *dhmosqe/nous, poi=oi au)tou= gnh/sioi lo/goi kai\ poi=oi no/qoi: *peri\ tw=n kata\ i(stori/an h)\ para\ i(stori/an ei)rhme/nwn toi=s r(h/torsi: kai\ a)/lla plei=sta. pw=s de\ *)ioudai=os tou=to qauma/zw: *)ioudai=os sofo\s ta\ *(ellhnika/.