Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ
Kypselids' dedication in Olympia; Cypselids' dedication in Olympia
Translated by D. Graham J. Shipley26 Mar 2008Vetting: high8 revisions
Kypselids' dedication in Olympia; Cypselids' dedication in Olympia
Translated by D. Graham J. Shipley26 Mar 2008Vetting: high8 revisions
Κυψελιδῶν ἀνάθημα ἐν Ὀλυμπίᾳ· Πλάτων ἐν Φαίδρῳ. παρὰ τὸ Κυψελιδῶν ἀνάθημα σφυρήματος ἐν Ὀλυμπίᾳ ἐστάθη κολοσσός· ἀλλ' οὐ τῶν Κυψελιδῶν. Κυψέλου δέ φασι τὸ ἀνάθημα, ὡς Ἀγακλυτὸς ἐν τῇ πʹ Ὀλυμπιάδι φησὶν οὕτως· ναὸς τῆς Ἥρας παλαιός, ἀνάθημα Σκιλλουντίων· οὗτοι δέ εἰσιν Ἠλείων. ἔνεστι δὲ ἐν αὐτῷ χρυσοῦς κολοσσός, ἀνάθημα Κυψέλου τοῦ Κορινθίου· φασὶ γὰρ τὸν Κύψελον εὐξάμενον, εἰ Κορινθίων τυραννεύσειε, τὰς οὐσίας πάντων εἰς δέκατον ἔτος ἀνιερώσειν, τὰς δεκάτας τῶν τιμημάτων εἰσπραξάμενον κατασκευάσαι τὸν σφυρήλατον κολοσσόν. Δίδυμος δὲ κατασκευάσαι τὸν κολοσσὸν φησὶ Περίανδρον ὑπὲρ τοῦ τῆς τρυφῆς καὶ τοῦ θράσους ἐπισχεῖν τοὺς Κορινθίους. καὶ γὰρ Θεόφραστος ἐν τῷ Περὶ καιρῶν βʹ λέγει οὕτως· ἕτεροι δ' εἰς ἀνδρωδέστερα καταδαπανῶντες, οἷον στρατιὰς ἐξάγοντες καὶ πολέμους ἐπαναιρούμενοι, καθάπερ καὶ Διονύσιος ὁ τύραννος. ἐκεῖνος γὰρ οὐ μόνον ᾤετο δεῖν τὰ τῶν ἄλλων καταναλίσκειν, ἀλλὰ καὶ τὰ αὑτοῦ, πρὸς τὸ μὴ ὑπάρχειν ἐφόδιον τοῖς ἐπιβουλεύουσιν. ἐοίκασι δὲ καὶ αἱ πυραμίδες ἐν Αἰγύπτῳ καὶ ὁ τῶν Κυψελιδῶν κολοσσὸς καὶ πάντα τὰ τοιαῦτα τὴν αὐτὴν καὶ παραπλησίαν ἔχειν διάνοιαν. φέρεται δέ τι καὶ ἐπίγραμμα τοῦ κολοσσοῦ· αὐτὸς ἐγὼ χρυσοῦς σφυρήλατός εἰμι κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά. ὅπερ Ἀπελλᾶς ὁ Ποντικὸς οὕτω προφέρεται· εἰμὶ ἐγὼ Νάξιος, παγχρύσεος εἰμὶ κολοσσός· ἐξώλης εἴη Κυψελιδῶν γενεά.
*kuyelidw=n a)na/qhma e)n *)olumpi/a|: *pla/twn e)n *fai/drw|. para\ to\ *kuyelidw=n a)na/qhma sfurh/matos e)n *)olumpi/a| e)sta/qh kolosso/s: a)ll' ou) tw=n *kuyelidw=n. *kuye/lou de/ fasi to\ a)na/qhma, w(s *)agakluto\s e)n th=| p# *)olumpia/di fhsi\n ou(/tws: nao\s th=s *(/hras palaio/s, a)na/qhma *skillounti/wn: ou(=toi de/ ei)sin *)hlei/wn. e)/nesti de\ e)n au)tw=| xrusou=s kolosso/s, a)na/qhma *kuye/lou tou= *korinqi/ou: fasi\ ga\r to\n *ku/yelon eu)ca/menon, ei) *korinqi/wn turanneu/seie, ta\s ou)si/as pa/ntwn ei)s de/katon e)/tos a)nierw/sein, ta\s deka/tas tw=n timhma/twn ei)spraca/menon kataskeua/sai to\n sfurh/laton kolosso/n. *di/dumos de\ kataskeua/sai to\n kolosso\n fhsi\ *peri/andron u(pe\r tou= th=s trufh=s kai\ tou= qra/sous e)pisxei=n tou\s *korinqi/ous. kai\ ga\r *qeo/frastos e)n tw=| *peri\ kairw=n b# le/gei ou(/tws: e(/teroi d' ei)s a)ndrwde/stera katadapanw=ntes, oi(=on stratia\s e)ca/gontes kai\ pole/mous e)panairou/menoi, kaqa/per kai\ *dionu/sios o( tu/rannos. e)kei=nos ga\r ou) mo/non w)/|eto dei=n ta\ tw=n a)/llwn katanali/skein, a)lla\ kai\ ta\ au(tou=, pro\s to\ mh\ u(pa/rxein e)fo/dion toi=s e)pibouleu/ousin. e)oi/kasi de\ kai\ ai( purami/des e)n *ai)gu/ptw| kai\ o( tw=n *kuyelidw=n kolosso\s kai\ pa/nta ta\ toiau=ta th\n au)th\n kai\ paraplhsi/an e)/xein dia/noian. fe/retai de/ ti kai\ e)pi/gramma tou= kolossou=: au)to\s e)gw\ xrusou=s sfurh/lato/s ei)mi kolosso/s: e)cw/lhs ei)/h *kuyelidw=n genea/. o(/per *)apella=s o( *pontiko\s ou(/tw profe/retai: ei)mi\ e)gw\ *na/cios, pagxru/seos ei)mi\ kolosso/s: e)cw/lhs ei)/h *kuyelidw=n genea/.