Ἀνάμνησις
recollection
Translated by Marcelo Boeri16 Nov 2000Vetting: high5 revisions
recollection
Translated by Marcelo Boeri16 Nov 2000Vetting: high5 revisions
Ἀνάμνησις· ἀνάμνησίς ἐστι φαντάσματος εὕρεσις. ἀρξαμένη δὲ ἀπὸ τῆς ψυχῆς διαβαίνει ἐπὶ τὸ ἐζωωμένον σῶμα. ἀναμνησθέντες γὰρ φοβεροῦ τινος ἡμῖν γενομένου ὠχριάσαμεν, καὶ τοῦ πλοῦ ἀναμνησθέντες ἐναυτιάσαμεν. πῶς δὲ λέγομεν ἀπὸ τῆς ψυχῆς ἄρξασθαι τὴν κίνησιν ἐπὶ τῆς ἀναμνήσεως; ἢ οὒχ ὡς ἐκείνης αὐτῆς ἀναμνησκομένης, ἄλλ' ὥσπερ ἐπὶ τῶν αἰσθήσεων λέγομεν· ἀρξαμένη γὰρ ἡ κίνησις ἐκ τῶν αἰσθητῶν διέβη μέχρις ἐκείνου, ἐν ᾧ ἡ κριτικὴ καὶ αἰσθητικὴ δύναμις· τοῦτο δέ ἐστι τὸ πνεῦμα· οὕτως δὲ ἐπὶ τῆς ἀναμνήσεως λέγομεν, ὅτι ἀπὸ τοῦ πνεύματος, ἐν ᾧ ἡ ψυχὴ, καὶ ἡ ἀρχὴ τῆς κατὰ τὴν ἀνάμνησιν κινήσεως γέγονεν ἀνάπαλιν ἢ ἐπὶ τῆς αἰσθήσεως· εἰς ὃ γὰρ τελευτᾷ ἡ αἴσθησις, ἐκεῖθεν ἡ ἀρχὴ τῆς ἀναμνήσεως. ἡ γὰρ ἀνάμνησις, φαντάσματός ἐστιν εὕρεσις, ὁπότε ἐγένετο ἐν τῷ πνεύματι. ἐν τούτῳ γὰρ γίνεται τὰ φαντάσματα, ἐν ᾧ καὶ ἡ αἰσθητικὴ ψυχὴ ἵδρυται. ἀπὸ τούτων οὖν τῶν ἐν τῷ πνεύματι, ἐν ᾧ ἐστιν ἡ ψυχὴ, ἐγκαταλειμμάτων, ἅπερ φαντάσματα καλοῦμεν ἐγκαταλείμματα ἐκ τῶν κατὰ τὰς αἰσθήσεις ἀντιλήψεων ἔσχεν· ἀπὸ τούτων ἡ ἀρχὴ τῆς κατὰ τὴν ἀνάμνησιν κινήσεως γίνεται. ἐπιβάλλουσα οὖν πάλιν τῷ φαντά- σματι, ὃ πρὶν ἔσχε, τουτέστι τῷ ἐγγενομένῳ πρότερον ἐν τῷ πνεύματι τόπῳ, ἀναμιμνήσκεται καὶ δι' οὗ αἰσθητηρίου ᾔσθετο αὐτό. καὶ οὕτως συνδιατίθεται τῷ αἰσθητηρίῳ τὸ σῶμα.
*)ana/mnhsis: a)na/mnhsi/s e)sti fanta/smatos eu(/resis. a)rcame/nh de\ a)po\ th=s yuxh=s diabai/nei e)pi\ to\ e)zwwme/non sw=ma. a)namnhsqe/ntes ga\r foberou= tinos h(mi=n genome/nou w)xria/samen, kai\ tou= plou= a)namnhsqe/ntes e)nautia/samen. pw=s de\ le/gomen a)po\ th=s yuxh=s a)/rcasqai th\n ki/nhsin e)pi\ th=s a)namnh/sews; h)\ ou)\x w(s e)kei/nhs au)th=s a)namnhskome/nhs, a)/ll' w(/sper e)pi\ tw=n ai)sqh/sewn le/gomen: a)rcame/nh ga\r h( ki/nhsis e)k tw=n ai)sqhtw=n die/bh me/xris e)kei/nou, e)n w(=| h( kritikh\ kai\ ai)sqhtikh\ du/namis: tou=to de/ e)sti to\ pneu=ma: ou(/tws de\ e)pi\ th=s a)namnh/sews le/gomen, o(/ti a)po\ tou= pneu/matos, e)n w(=| h( yuxh\, kai\ h( a)rxh\ th=s kata\ th\n a)na/mnhsin kinh/sews ge/gonen a)na/palin h)\ e)pi\ th=s ai)sqh/sews: ei)s o(\ ga\r teleuta=| h( ai)/sqhsis, e)kei=qen h( a)rxh\ th=s a)namnh/sews. h( ga\r a)na/mnhsis, fanta/smato/s e)stin eu(/resis, o(po/te e)ge/neto e)n tw=| pneu/mati. e)n tou/tw| ga\r gi/netai ta\ fanta/smata, e)n w(=| kai\ h( ai)sqhtikh\ yuxh\ i(/drutai. a)po\ tou/twn ou)=n tw=n e)n tw=| pneu/mati, e)n w(=| e)stin h( yuxh\, e)gkataleimma/twn, a(/per fanta/smata kalou=men e)gkatalei/mmata e)k tw=n kata\ ta\s ai)sqh/seis a)ntilh/yewn e)/sxen: a)po\ tou/twn h( a)rxh\ th=s kata\ th\n a)na/mnhsin kinh/sews gi/netai. e)piba/llousa ou)=n pa/lin tw=| fanta/- smati, o(\ pri\n e)/sxe, toute/sti tw=| e)ggenome/nw| pro/teron e)n tw=| pneu/mati to/pw|, a)namimnh/sketai kai\ di' ou(= ai)sqhthri/ou h)/|sqeto au)to/. kai\ ou(/tws sundiati/qetai tw=| ai)sqhthri/w| to\ sw=ma.