Ἀρχή
principle
Translated by Marcelo Boeri10 Jan 2000Vetting: high8 revisions
principle
Translated by Marcelo Boeri10 Jan 2000Vetting: high8 revisions
Ἀρχή· ποιητική· εἰδική· τελική. ὁ δὲ Ἀριστοτέλης φησὶν, ὅτι ἡ ψυχὴ οἷον ἀρχὴ τῶν ζῴων ἐστὶν, ὡς ποιητικὴ, εἰδικὴ, τελική· αὗται γάρ εἰσιν αἱ κυρίως ἀρχαί. ὡς μὲν οὖν ποιητικὴ, ὅτι αὕτη κινεῖ τὸ ζῷον μόνῃ τῇ βουλήσει καὶ οὐ δεῖται μοχλείας τινός· ὡς εἰδικὴ δὲ, ὅτι αὐτή ἐστιν ἡ εἰδοποιοῦσα τὸ ζῷον καὶ ἁπλῶς τὰ ἔμψυχα. λέγεται γὰρ τὰ ἔμψυχα εἴδη αὐτὸ τοῦτο εἶναι κατὰ τὴν ψυχήν· τὸ γὰρ κρεῖττον ἐν ἑκάστῳ τῶν φυσικῶν εἶδός ἐστιν ἑκάστου· κρεῖττον δὲ ἐν τοῖς ἐμψύχοις ἡ ψυχή. ὡς τελικὸν δὲ, ὅτι αὐτῆς ἕνεκα τὸ σῶμα· ἔστι γὰρ τὸ μὲν σῶμα ἕνεκά του, αὐτὴ δὲ οὗ ἕνεκα. ὅθεν καὶ ἡ διοργάνωσις τῶν ζῴων ἄλλη καὶ ἄλλη πρὸς τὴν ἰδιότητα τῆς ἐν ἑκάστῳ ψυχής. ἀλλ' ἡ μὲν ψυχὴ τῶν ζῴων πορρωτέρω ἀρχή, ἡ δὲ φύσις προσεχής. τῶν δὲ ἐξ ἀνάγκης ἑπομένων τῇ ψυχῇ τὰ μὲν αὐτῇ ἀκολουθεῖ, τὰ δὲ ὅλῳ τῷ ζῴῳ, λέγω δὴ τὸ ἐκ τῆς ζωῆς καὶ σώματος. καὶ τὰ μὲν τῆς ψυχῆς πάθη ἡ νόησις· τοῦτο γὰρ αὐτῆς ἴδιον· τὰ δ' ἄλλα πάθη, τὸ αἰσθάνεσθαι, τὸ φαντασιοῦσθαι, θυμοῦσθαι, ἐπιθυμεῖν καὶ εἴ τι τοιοῦτον, κοινά ἐστι τοῦ συναμφοτέρου. ὅτι πέντε γένη ἔλεγεν εἶναι ἀρχὰς πάντων τῶν ὄντων, οὐσίαν, ταυτότητα, ἑτερότητα, κίνησιν, στάσιν. γένη δὲ ταῦτα ἔλεγεν οὐχ οὕτως ὥσπερ τὰ παρὰ τοῖς Περιπατητικοῖς, ἅτινα διῄρηται ὑπ' ἀλλήλων καὶ ἀφ' ἑκάστου σειρά τις ἐκδίδοται τῶν ὑπαλλήλων γενῶν τε καὶ εἰδῶν, ἀλλ' ὡς διὰ πάντων τῶν ὄντων διήκοντα. ἔστι γὰρ ἐν πᾶσι καὶ οὐσία, καθ' ἣν ἑκάστου ἐστὶ τὸ εἶναι· καὶ ἔστι ταυτότης, καθὸ ἐκ μιᾶς τῆς τῶν ὄντων ἐσμὲν ἀρχῆς. ἔχομεν δὲ καὶ ἑτερότητα, ἐπειδὴ καὶ πλῆθός ἐστι τὰ ὄντα· ὅπου δὲ πλῆθος, ἐκεῖ ἑτερότης. ἔστι δὲ καὶ κίνησις ἐν πᾶσι τοῖς οὖσι· κίνησιν δὲ λέγω οὐ τὴν ἀτελῆ ἐνέργειαν, ἀλλὰ τὴν ἐνεργῆ, τὴν ἑκάστου. πάντα γὰρ ἔχει οἰκείαν ἐνέργειαν, καὶ αὐτὰ τὰ ἄψυχα· ἢ γὰρ θερμαίνουσιν ἢ ψύχουσι τὰ παρακείμενα ἢ ὑγραίνουσιν ἢ ξηραίνουσιν ἢ ἄλλο τι τοιοῦτον ποιοῦσι. καὶ ἡ στάσις δὲ ἐπὶ πάντων θεωρεῖται· καὶ γὰρ τὰ ἀεικίνητα στάσεως μετέχει, οὐ μόνον τὸ τὴν ὁλότητα ἑστάναι, ἀλλὰ καὶ αὐτὸ τὸ μένειν ἐπὶ τῆς ἀεικινησίας στάσις ἐστί. καθὸ οὖν μένουσι τὰ κινούμενα ἢ ἀεὶ ἢ ἐπί τινα χρόνον, κατ' αὐτὸ τοῦτο στάσεως μετέχει.
*)arxh/: poihtikh/: ei)dikh/: telikh/. o( de\ *)aristote/lhs fhsi\n, o(/ti h( yuxh\ oi(=on a)rxh\ tw=n zw/|wn e)sti\n, w(s poihtikh\, ei)dikh\, telikh/: au(=tai ga/r ei)sin ai( kuri/ws a)rxai/. w(s me\n ou)=n poihtikh\, o(/ti au(/th kinei= to\ zw=|on mo/nh| th=| boulh/sei kai\ ou) dei=tai moxlei/as tino/s: w(s ei)dikh\ de\, o(/ti au)th/ e)stin h( ei)dopoiou=sa to\ zw=|on kai\ a(plw=s ta\ e)/myuxa. le/getai ga\r ta\ e)/myuxa ei)/dh au)to\ tou=to ei)=nai kata\ th\n yuxh/n: to\ ga\r krei=tton e)n e(ka/stw| tw=n fusikw=n ei)=do/s e)stin e(ka/stou: krei=tton de\ e)n toi=s e)myu/xois h( yuxh/. w(s teliko\n de\, o(/ti au)th=s e(/neka to\ sw=ma: e)/sti ga\r to\ me\n sw=ma e(/neka/ tou, au)th\ de\ ou(= e(/neka. o(/qen kai\ h( diorga/nwsis tw=n zw/|wn a)/llh kai\ a)/llh pro\s th\n i)dio/thta th=s e)n e(ka/stw| yuxh/s. a)ll' h( me\n yuxh\ tw=n zw/|wn porrwte/rw a)rxh/, h( de\ fu/sis prosexh/s. tw=n de\ e)c a)na/gkhs e(pome/nwn th=| yuxh=| ta\ me\n au)th=| a)kolouqei=, ta\ de\ o(/lw| tw=| zw/|w|, le/gw dh\ to\ e)k th=s zwh=s kai\ sw/matos. kai\ ta\ me\n th=s yuxh=s pa/qh h( no/hsis: tou=to ga\r au)th=s i)/dion: ta\ d' a)/lla pa/qh, to\ ai)sqa/nesqai, to\ fantasiou=sqai, qumou=sqai, e)piqumei=n kai\ ei)/ ti toiou=ton, koina/ e)sti tou= sunamfote/rou. o(/ti pe/nte ge/nh e)/legen ei)=nai a)rxa\s pa/ntwn tw=n o)/ntwn, ou)si/an, tauto/thta, e(tero/thta, ki/nhsin, sta/sin. ge/nh de\ tau=ta e)/legen ou)x ou(/tws w(/sper ta\ para\ toi=s *peripathtikoi=s, a(/tina dih/|rhtai u(p' a)llh/lwn kai\ a)f' e(ka/stou seira/ tis e)kdi/dotai tw=n u(pallh/lwn genw=n te kai\ ei)dw=n, a)ll' w(s dia\ pa/ntwn tw=n o)/ntwn dih/konta. e)/sti ga\r e)n pa=si kai\ ou)si/a, kaq' h(\n e(ka/stou e)sti\ to\ ei)=nai: kai\ e)/sti tauto/ths, kaqo\ e)k mia=s th=s tw=n o)/ntwn e)sme\n a)rxh=s. e)/xomen de\ kai\ e(tero/thta, e)peidh\ kai\ plh=qo/s e)sti ta\ o)/nta: o(/pou de\ plh=qos, e)kei= e(tero/ths. e)/sti de\ kai\ ki/nhsis e)n pa=si toi=s ou)=si: ki/nhsin de\ le/gw ou) th\n a)telh= e)ne/rgeian, a)lla\ th\n e)nergh=, th\n e(ka/stou. pa/nta ga\r e)/xei oi)kei/an e)ne/rgeian, kai\ au)ta\ ta\ a)/yuxa: h)\ ga\r qermai/nousin h)\ yu/xousi ta\ parakei/mena h)\ u(grai/nousin h)\ chrai/nousin h)\ a)/llo ti toiou=ton poiou=si. kai\ h( sta/sis de\ e)pi\ pa/ntwn qewrei=tai: kai\ ga\r ta\ a)eiki/nhta sta/sews mete/xei, ou) mo/non to\ th\n o(lo/thta e(sta/nai, a)lla\ kai\ au)to\ to\ me/nein e)pi\ th=s a)eikinhsi/as sta/sis e)sti/. kaqo\ ou)=n me/nousi ta\ kinou/mena h)\ a)ei\ h)\ e)pi/ tina xro/non, kat' au)to\ tou=to sta/sews mete/xei.