Αὖλος Ποστόμιος
Aulus Postumius
Translated by Wm. Blake Tyrrell22 Feb 2002Vetting: high8 revisions
Aulus Postumius
Translated by Wm. Blake Tyrrell22 Feb 2002Vetting: high8 revisions
Αὖλος Ποστόμιος οἰκίας μὲν ἦν καὶ γένους πρώτου, κατὰ τὴν ἰδίαν φύσιν στωμύλος καὶ λάλος καὶ πέρπερος διαφερόντως. ἐπιθυμήσας δ' εὐθέως ἐκ παίδων τῆς Ἑλληνικῆς ἀγωγῆς καὶ διαλέκτου πολὺς μὲν ἦν ἐν τούτοις καὶ κατακορής, ὥστε δι' ἐκεῖνον καὶ τὴν αἵρεσιν τὴν Ἑλληνικὴν προσκόψαι τοῖς πρεσβυτέροις καὶ τοῖς ἀξιολογωτάτοις τῶν Ῥωμαίων, τέλος δὲ καὶ ποίημα γράφων καὶ πραγματικὴν ἱστορίαν ἐνεχείρησεν· ἐν ᾗ διὰ τοῦ προοιμίου παρεκάλει τοὺς ἐντυγχάνοντας συγγνώμην ἔχειν, εἰ Ῥωμαῖος ὢν μὴ δύνηται κατακρατεῖν τῆς Ἑλληνικῆς διαλέκτου καὶ τῆς κατὰ χειρισμὸν οἰκονομίας· ὅπερ ἐστὶ πάσης ἀτοπίας σημεῖον, καὶ παραπλήσιον, ὡς ἂν εἴ τις ἐς τοὺς γυμνικοὺς ἀγῶνας ἀπογραψάμενος πυγμὴν ἢ παγκράτιον, παρελθὼν ἐς τὸ στάδιον, ὅτε δέοι μάχεσθαι, παραιτοῖτο τοὺς θεωμένους συγγνώμην ἔχειν, ἐὰν μὴ δύνηται τὸν πόνον ὑπομένειν μήτε τὰς πληγάς. δῆλον γὰρ ὡς εἰκὸς γέλωτα τὸν τοιοῦτον ὀφλεῖν καὶ τὴν δίκην ἐκ χειρὸς λαμβάνειν· ὅπερ ἔδει καὶ τοὺς τοιούτους ἱστοριογράφους, ἵνα μὴ κατετόλμων τοῦ καλῶς ἔχοντος. ἦν δὲ καὶ φιλήδονος καὶ φυγόπονος.
*au)=los *posto/mios oi)ki/as me\n h)=n kai\ ge/nous prw/tou, kata\ th\n i)di/an fu/sin stwmu/los kai\ la/los kai\ pe/rperos diafero/ntws. e)piqumh/sas d' eu)qe/ws e)k pai/dwn th=s *(ellhnikh=s a)gwgh=s kai\ diale/ktou polu\s me\n h)=n e)n tou/tois kai\ katakorh/s, w(/ste di' e)kei=non kai\ th\n ai(/resin th\n *(ellhnikh\n prosko/yai toi=s presbute/rois kai\ toi=s a)ciologwta/tois tw=n *(rwmai/wn, te/los de\ kai\ poi/hma gra/fwn kai\ pragmatikh\n i(stori/an e)nexei/rhsen: e)n h(=| dia\ tou= prooimi/ou pareka/lei tou\s e)ntugxa/nontas suggnw/mhn e)/xein, ei) *(rwmai=os w)\n mh\ du/nhtai katakratei=n th=s *(ellhnikh=s diale/ktou kai\ th=s kata\ xeirismo\n oi)konomi/as: o(/per e)sti\ pa/shs a)topi/as shmei=on, kai\ paraplh/sion, w(s a)\n ei)/ tis e)s tou\s gumnikou\s a)gw=nas a)pograya/menos pugmh\n h)\ pagkra/tion, parelqw\n e)s to\ sta/dion, o(/te de/oi ma/xesqai, paraitoi=to tou\s qewme/nous suggnw/mhn e)/xein, e)a\n mh\ du/nhtai to\n po/non u(pome/nein mh/te ta\s plhga/s. dh=lon ga\r w(s ei)ko\s ge/lwta to\n toiou=ton o)flei=n kai\ th\n di/khn e)k xeiro\s lamba/nein: o(/per e)/dei kai\ tou\s toiou/tous i(storiogra/fous, i(/na mh\ kateto/lmwn tou= kalw=s e)/xontos. h)=n de\ kai\ filh/donos kai\ fugo/ponos.