Αὐξέντιος
Auxentios, Auxentius
Translated by William Hutton26 Mar 2002Vetting: high7 revisions
Auxentios, Auxentius
Translated by William Hutton26 Mar 2002Vetting: high7 revisions
Αὐξέντιος, Μοψουεστίας ἐπίσκοπος· ὃς ἦν τῶν ὁμολογητῶν ὀνομαζομένων. ἦν δὲ παρὰ τῶν ἐπιφανῶς τῷ βασιλεῖ Λικινίῳ στρατευσαμένων τῶν ὑπογραφέων τούτου γενόμενος, οὓς δὴ νοταρίους Ῥωμαῖοι καλοῦσι. τὸ δὲ τῆς ὁμολογίας τοιόνδε γέγονεν εἶδος· ἦν ἔν τινι τῆς βασιλικῆς ἑστίας αὐλῇ κρήνη τε ὕδατος καὶ ἐπ' αὐτῇ Διονύσου ἄγαλμα καὶ ἄμπελος μεγάλη περικειμένη καὶ σκιερὸν ἐπιεικῶς καὶ συνηρεφῆ τὸν ἅπαντα τόπον ἐργαζομένη. ἐνταῦθα ὁ Λικίνιος κατὰ πρόφασιν ἀπαγωγῆς ἀφικόμενος, τοῦ τε Αὐξεντίου αὐτῷ καὶ ἄλλων πολλῶν ἐκ τῆς θεραπείας παρεπομένων, εἰς τὴν ἄμπελον ἀνιδὼν ἐθεάσατο βότρυν ὡραῖόν τινα καὶ μέγαν τῶν κλημάτων ἀπαιωρούμενον. τοῦτον προσέταξε τῷ Αὐξεντίῳ τεμεῖν. ὁ δὲ αὐτίκα τὸ προσηρτημένον ταῖς ἀναξυρίσιν αὐτοῦ μαχαίριον ἀφελόμενος ἔτεμε μηδὲν ὑπειδόμενος. ὁ οὖν Λικίνιος πρὸς αὐτόν· θὲς τοίνυν τὸν βότρυν, ἔφη, πρὸς τοῖς τοῦ Διονύσου ποσίν. ὁ δὲ, μὴ, ὦ βασιλεῦ, ἀπεκρίνατο, Χριστιανὸς γάρ εἰμι. κἀκεῖνος· οὐκοῦν ἐκποδῶν οἰχήσῃ τῆς στρατείας ἀποπαυσάμενος· θάτερον γὰρ τοῖν δυοῖν ἀνάγκη ποιεῖν. ὁ δὲ μηδὲν μελλήσας τήν τε ζώνην ἑαυτοῦ λύεται καὶ ἄσμενος ἐξεχώρησεν, ὡς εἶχε, τῶν βασιλείων. καὶ αὐτὸν οἱ ἔφοροι μετά τινα χρόνον ὕστερον ἐπίσκοπον ἐστήσαντο τῆς Μοψουεστίας. τούτου δὲ ἀδελφὸς νεώτερος Θεόδωρος ἦν, ἀνὴρ τῶν Ἀθήνησι παιδευθέντων· ὃς καὶ αὐτὸς χρόνῳ ὕστερον ἐπισκοπὴν τῆς Ταρσοῦ ἐκκλησίας ἔτυχε κληρωσάμενος. ὁ γὰρ δὴ Ἀέτιος τὰ πρότερα δι' ἑαυτοῦ τόν τε Εὐδόξιον αὐτὸν καὶ ἄλλους τοὺς πλείστου λόγου ἀξίους διδάσκων, ἐπειδὴ τὸν Εὐνόμιον εἰς τὸ τῆς διδασκαλίας προὐβίβασεν ἔργον, τούτῳ ἤδη κατὰ τὸ πλεῖστον ἀνθ' ἑαυτοῦ διδασκάλῳ ἐχρῆτο πρὸς τοὺς ἄλλους καὶ τοὺς μάλιστα τελεωτέρας μαθήσεως δεομένους. καὶ γὰρ ἐκεῖνος μὲν ἦν ἀρχὰς παρασχεῖν ἄριστος, οὗτος δὲ τὰς δοθείσας ἐργάσασθαι καὶ σαφῶς τε ἅμα καὶ μεγαλοπρεπῶς ἑρμηνεῦσαι παραπολὺ δυνατώτερος.
*au)ce/ntios, *moyouesti/as e)pi/skopos: o(\s h)=n tw=n o(mologhtw=n o)nomazome/nwn. h)=n de\ para\ tw=n e)pifanw=s tw=| basilei= *likini/w| strateusame/nwn tw=n u(pografe/wn tou/tou geno/menos, ou(\s dh\ notari/ous *(rwmai=oi kalou=si. to\ de\ th=s o(mologi/as toio/nde ge/gonen ei)=dos: h)=n e)/n tini th=s basilikh=s e(sti/as au)lh=| krh/nh te u(/datos kai\ e)p' au)th=| *dionu/sou a)/galma kai\ a)/mpelos mega/lh perikeime/nh kai\ skiero\n e)pieikw=s kai\ sunhrefh= to\n a(/panta to/pon e)rgazome/nh. e)ntau=qa o( *liki/nios kata\ pro/fasin a)pagwgh=s a)fiko/menos, tou= te *au)centi/ou au)tw=| kai\ a)/llwn pollw=n e)k th=s qerapei/as parepome/nwn, ei)s th\n a)/mpelon a)nidw\n e)qea/sato bo/trun w(rai=o/n tina kai\ me/gan tw=n klhma/twn a)paiwrou/menon. tou=ton prose/tace tw=| *au)centi/w| temei=n. o( de\ au)ti/ka to\ proshrthme/non tai=s a)nacuri/sin au)tou= maxai/rion a)felo/menos e)/teme mhde\n u(peido/menos. o( ou)=n *liki/nios pro\s au)to/n: qe\s toi/nun to\n bo/trun, e)/fh, pro\s toi=s tou= *dionu/sou posi/n. o( de\, mh\, w)= basileu=, a)pekri/nato, *xristiano\s ga/r ei)mi. ka)kei=nos: ou)kou=n e)kpodw=n oi)xh/sh| th=s stratei/as a)popausa/menos: qa/teron ga\r toi=n duoi=n a)na/gkh poiei=n. o( de\ mhde\n mellh/sas th/n te zw/nhn e(autou= lu/etai kai\ a)/smenos e)cexw/rhsen, w(s ei)=xe, tw=n basilei/wn. kai\ au)to\n oi( e)/foroi meta/ tina xro/non u(/steron e)pi/skopon e)sth/santo th=s *moyouesti/as. tou/tou de\ a)delfo\s new/teros *qeo/dwros h)=n, a)nh\r tw=n *)aqh/nhsi paideuqe/ntwn: o(\s kai\ au)to\s xro/nw| u(/steron e)piskoph\n th=s *tarsou= e)kklhsi/as e)/tuxe klhrwsa/menos. o( ga\r dh\ *)ae/tios ta\ pro/tera di' e(autou= to/n te *eu)do/cion au)to\n kai\ a)/llous tou\s plei/stou lo/gou a)ci/ous dida/skwn, e)peidh\ to\n *eu)no/mion ei)s to\ th=s didaskali/as prou)bi/basen e)/rgon, tou/tw| h)/dh kata\ to\ plei=ston a)nq' e(autou= didaska/lw| e)xrh=to pro\s tou\s a)/llous kai\ tou\s ma/lista telewte/ras maqh/sews deome/nous. kai\ ga\r e)kei=nos me\n h)=n a)rxa\s parasxei=n a)/ristos, ou(=tos de\ ta\s doqei/sas e)rga/sasqai kai\ safw=s te a(/ma kai\ megaloprepw=s e(rmhneu=sai parapolu\ dunatw/teros.