Βαβύλας
Babylas
Translated by Anne Mahoney6 Sep 1998Vetting: high18 revisions
Babylas
Translated by Anne Mahoney6 Sep 1998Vetting: high18 revisions
Βαβύλας, ἐπίσκοπος Ἀντιοχείας. οὗτος, φασὶ, Νουμεριανῷ, οἱ δὲ Δεκίῳ, κατὰ δή τινα δαίμονα εἰσελθεῖν εἰς πληθύουσαν τὴν ἐκκλησίαν προθυμουμένῳ· στὰς γὰρ πρὸ τῶν θυρῶν ἀντισχεῖν φάσκων, εἰς δύναμιν μὴ περιόψεσθαι λύκον τῷ ποιμνίῳ ἐπεισερχόμενον. τὸν δὲ παραυτίκα μὲν ἀνακρουσθῆναι τῆς εἰσόδου, εἴτε στάσιν τοῦ ὄχλου ὑπειδόμενον, εἴτε καὶ ἄλλως αὐτῷ μεταβουλευθέν. ἐν χαλεπῷ μέντοι τὴν ἀντίστασιν τοῦ ἐπισκόπου ποιησάμενον, ἐπειδὴ ὡς ἑαυτὸν ἐπὶ τὰ βασίλεια ἀπηλλάγη, παραστήσασθαί τε αὐτὸν καὶ πρῶτα μὲν τὴν αἰτίαν τῆς κωλύσεως ἐγκαλεῖν, ἔπειτα μέντοι κελεύειν αὐτὸν τοῖς δαίμοσι θύειν, εἰ βούλοιτό γε τὴν ἐπὶ τῷ ἐγκλήματι δίκην διαφυγεῖν. τὸν δὲ πρὸς τὴν ἐπέγκλησιν ἀπολογήσασθαι καὶ τὴν πρόκλησιν διακρούσασθαι τὴν μὲν, φήσαντα ποιμένι ὄντι ἑαυτῷ πάντα προσήκειν ὑπὲρ τοῦ ποιμνίου προθυμεῖσθαι, τὴν δὲ, μὴ ἂν ἑλέσθαι τοῦ ὄντως ἀποστάντα θεοῦ ψευδωνύμοις ὀλετῆρσι δαίμοσι θύειν. εἶθ' ὁ μὲν ὡς ἑώρα μὴ πειθόμενον προσέταξεν αὐτὸν ἁλύσεσι καὶ πέδαις ἐνδησαμένους τὴν ἐπὶ θανάτῳ ἄγειν τῆς κεφαλῆς ἀφαιρήσοντας. ὁ δὲ, ἐπειδὴ ἤγετο τεθνηξόμενος, ταύτας ἀναλαβὼν ᾖδε τὰς τοῦ ψαλμοῦ ῥήσεις· ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου, ὅτι κύριος εὐεργέτησέ σε. φασὶ δὲ καὶ τρεῖς παῖδας ἀδελφοὺς τὸ γένος κομιδῆ νέους ὑπ' αὐτῷ ἀνατρεφομένους ἁρπαγῆναί τε αὐτοὺς ὑπὸ τοῦ βασιλέως, καὶ ὡς οὐδ' αὐτοὶ θύειν ἤθελον, καίτοι παντοίας ἀνάγκης αὐτοῖς προσαγομένης, καὶ αὐτοὺς ἐκέλευσε τῶν κεφαλῶν ἀφαιρεῖν. οὓς, ἐπειδὴ ἧκον εἰς τὸ προκείμενον χωρίον, ὁ Βαβύλας ἑαυτοῦ προστησάμενος, προτέρους προσῆγε τῷ ξίφει, τοῦ μή τινα τρέσαντα αὐτῶν ἀναδῦναι τὸν θάνατον. καὶ ἀποτεμνομένων ταύτην ἀνειπὼν τὴν φωνήν· ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ θεός, ἔπειτα αὐτὸς προὔτεινε τὸν αὐχένα τῷ ξίφει, ἐντειλάμενος τοῖς τὸ σῶμα αὐτοῦ συλλεξομένοις τὰς ἁλύσεις καὶ τὰς πέδας αὐτῷ συνθάψαι. ἵν' ᾖ μοι ταῦτα, φησὶ, κειμένῳ κόσμος. καὶ νῦν μετ' αὐτοῦ, ὥς φασι, ταῦτα τυγχάνει κείμενα.
*babu/las, e)pi/skopos *)antioxei/as. ou(=tos, fasi\, *noumerianw=|, oi( de\ *deki/w|, kata\ dh/ tina dai/mona ei)selqei=n ei)s plhqu/ousan th\n e)kklhsi/an proqumoume/nw|: sta\s ga\r pro\ tw=n qurw=n a)ntisxei=n fa/skwn, ei)s du/namin mh\ perio/yesqai lu/kon tw=| poimni/w| e)peiserxo/menon. to\n de\ parauti/ka me\n a)nakrousqh=nai th=s ei)so/dou, ei)/te sta/sin tou= o)/xlou u(peido/menon, ei)/te kai\ a)/llws au)tw=| metabouleuqe/n. e)n xalepw=| me/ntoi th\n a)nti/stasin tou= e)pisko/pou poihsa/menon, e)peidh\ w(s e(auto\n e)pi\ ta\ basi/leia a)phlla/gh, parasth/sasqai/ te au)to\n kai\ prw=ta me\n th\n ai)ti/an th=s kwlu/sews e)gkalei=n, e)/peita me/ntoi keleu/ein au)to\n toi=s dai/mosi qu/ein, ei) bou/loito/ ge th\n e)pi\ tw=| e)gklh/mati di/khn diafugei=n. to\n de\ pro\s th\n e)pe/gklhsin a)pologh/sasqai kai\ th\n pro/klhsin diakrou/sasqai th\n me\n, fh/santa poime/ni o)/nti e(autw=| pa/nta prosh/kein u(pe\r tou= poimni/ou proqumei=sqai, th\n de\, mh\ a)\n e(le/sqai tou= o)/ntws a)posta/nta qeou= yeudwnu/mois o)leth=rsi dai/mosi qu/ein. ei)=q' o( me\n w(s e(w/ra mh\ peiqo/menon prose/tacen au)to\n a(lu/sesi kai\ pe/dais e)ndhsame/nous th\n e)pi\ qana/tw| a)/gein th=s kefalh=s a)fairh/sontas. o( de\, e)peidh\ h)/geto teqnhco/menos, tau/tas a)nalabw\n h)=|de ta\s tou= yalmou= r(h/seis: e)pi/streyon yuxh/ mou ei)s th\n a)na/pausi/n sou, o(/ti ku/rios eu)erge/thse/ se. fasi\ de\ kai\ trei=s pai=das a)delfou\s to\ ge/nos komidh= ne/ous u(p' au)tw=| a)natrefome/nous a(rpagh=nai/ te au)tou\s u(po\ tou= basile/ws, kai\ w(s ou)d' au)toi\ qu/ein h)/qelon, kai/toi pantoi/as a)na/gkhs au)toi=s prosagome/nhs, kai\ au)tou\s e)ke/leuse tw=n kefalw=n a)fairei=n. ou(\s, e)peidh\ h(=kon ei)s to\ prokei/menon xwri/on, o( *babu/las e(autou= prosthsa/menos, prote/rous prosh=ge tw=| ci/fei, tou= mh/ tina tre/santa au)tw=n a)nadu=nai to\n qa/naton. kai\ a)potemnome/nwn tau/thn a)neipw\n th\n fwnh/n: i)dou\ e)gw\ kai\ ta\ paidi/a, a(/ moi e)/dwken o( qeo/s, e)/peita au)to\s prou)/teine to\n au)xe/na tw=| ci/fei, e)nteila/menos toi=s to\ sw=ma au)tou= sullecome/nois ta\s a(lu/seis kai\ ta\s pe/das au)tw=| sunqa/yai. i(/n' h)=| moi tau=ta, fhsi\, keime/nw| ko/smos. kai\ nu=n met' au)tou=, w(/s fasi, tau=ta tugxa/nei kei/mena.