Ἔνδοξα
plausible things; reputable opinions
Translated by Marcelo Boeri11 Oct 2002Vetting: high8 revisions
plausible things; reputable opinions
Translated by Marcelo Boeri11 Oct 2002Vetting: high8 revisions
Ἔνδοξα· φησὶν Ἀριστοτέλης συλλογισμὸν διαλεκτικὸν εἶναι τὸν δι' ἐνδόξων γινόμενον. ἔνδοξα δέ ἐστι, δι' ὧν ὁ διαλεκτικὸς γίνεται συλλογισμός· τουτέστι τὰ δοκοῦντα πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωριμωτάτοις καὶ ἐνδόξοις. καὶ εἴη ἂν κυριώτατα μὲν καὶ πρῶτα τὰ πᾶσιν ἢ τοῖς πλείστοις δοκοῦντα. πᾶσι μὲν τὸ αἱρετὸν ἀγαθὸν εἶναι, τὸ δὲ αἱρετὸν εἶναι ὑγείαν, πλοῦτον, ζωήν· οἱ γὰρ ἄλλως λέγοντες οὐχ ὡς διακείμενοι λέγουσιν, ἀλλὰ θέσει παρίστανται. μαρτυροῦσι δὲ αὐτοῖς ὡς τοιούτοις διὰ τῆς αἱρέσεως αὐτῶν. τοιοῦτο καὶ τό, τὸ ἀγαθὸν ὠφελεῖν καὶ τὸ δεῖν τοὺς γονεῖς τιμᾶν. τοῖς δὲ πλείστοις τὸ τὴν φρόνησιν πλούτου αἱρετωτέραν εἶναι ἢ τὸ ψυχὴν σώματος τιμιωτέραν καὶ τὸ θεὸν εἶναι. οἱ δὲ σοφοὶ ὡς ὁ Πλάτων, ὅτι ἡ ψυχὴ ἀθάνατος, καὶ Ἀριστοτέλης, ὡς ὁ οὐρανὸς πέμπτου σώματος καὶ ἡ εὐδαιμονία ὑπ' ἀρετῆς γίνεται, καὶ τὴν ἀρετὴν δι' αὑτὴν αἱρετὴν εἶναι. ἐπεὶ δὲ οὗτοι ἔνδοξοι κατὰ σοφίαν, ἔνδοξα καὶ τὰ εἰρημένα. διαφέρει δὲ ἔνδοξον τοῦ ἀληθοῦς, οὐ τῷ ψευδὲς εἶναι [ἔστι γάρ τινα ἔνδοξα καὶ ἀληθῆ], ἀλλὰ τῇ ἐπικρίσει, ὅτι ἐστὶν ἀληθές. τῷ δὲ ἐνδόξῳ ἀπὸ τῶν ἀκουόντων καὶ τῶν τούτων ὑπολήψεων, ἃς ἔχουσι περὶ τῶν πραγμάτων. ἔνδοξα ἁπλῶς τὰ κατὰ τὴν πάντων δόξαν ἢ τῶν πλείστων, ὡς τὸ τὴν ὑγίειαν αἱρετὸν εἶναι, ὡρισμένως δὲ ἔνδοξα τὰ τῷδέ τινι τῶν ἐνδόξων ἑπόμενα, οἷον Πλάτωνι ἢ Ἀριστοτέλει ἢ Γαληνῷ· ἄδοξα δὲ ἁπλῶς μὲν τὰ τοῖς ἐνδόξοις ἀντικείμενα· ταῦτα δ' ἂν εἴη τὰ παρὰ τὰς τῶν πάντων ἢ τῶν πλείστων δόξας λεγόμενα· ὡρισμένως δὲ ἄδοξα, τὰ μαχόμενα τοῦδε τινὸς ἐνδόξου τῇ δόξῃ, ὡς φέρε εἰπεῖν, τὸ μὴ εἶναι τὴν ψυχὴν ἀθάνατον, ἐπεὶ μάχεται τῇ Πλάτωνος δόξῃ· οὔτε δὲ ἔνδοξον οὔτε ἄδοξόν ἐστι πρόβλημα, περὶ οὗ οὗτοι οὐδετέρως δοξάζουσιν, οἷον τὸ περιττοὺς εἶναι τοὺς ἀστέρας ἢ ἀρτίους, ἢ τὰς τρίχας τῆς κεφαλῆς, ἢ περὶ οὗ ἐπ' ἴσης ἀμφοτέρως, οἷον περὶ τοῦ ἄπειρον εἶναι καὶ μὴ εἶναι, ἢ τὸ εἶναι ἐπιστήμας τὰς ἀρετὰς ἢ πάλιν μὴ εἶναι.
*)/endoca: fhsi\n *)aristote/lhs sullogismo\n dialektiko\n ei)=nai to\n di' e)ndo/cwn gino/menon. e)/ndoca de/ e)sti, di' w(=n o( dialektiko\s gi/netai sullogismo/s: toute/sti ta\ dokou=nta pa=sin h)\ toi=s plei/stois h)\ toi=s sofoi=s, kai\ tou/tois h)\ pa=sin h)\ toi=s plei/stois h)\ toi=s ma/lista gnwrimwta/tois kai\ e)ndo/cois. kai\ ei)/h a)\n kuriw/tata me\n kai\ prw=ta ta\ pa=sin h)\ toi=s plei/stois dokou=nta. pa=si me\n to\ ai(reto\n a)gaqo\n ei)=nai, to\ de\ ai(reto\n ei)=nai u(gei/an, plou=ton, zwh/n: oi( ga\r a)/llws le/gontes ou)x w(s diakei/menoi le/gousin, a)lla\ qe/sei pari/stantai. marturou=si de\ au)toi=s w(s toiou/tois dia\ th=s ai(re/sews au)tw=n. toiou=to kai\ to/, to\ a)gaqo\n w)felei=n kai\ to\ dei=n tou\s gonei=s tima=n. toi=s de\ plei/stois to\ th\n fro/nhsin plou/tou ai(retwte/ran ei)=nai h)\ to\ yuxh\n sw/matos timiwte/ran kai\ to\ qeo\n ei)=nai. oi( de\ sofoi\ w(s o( *pla/twn, o(/ti h( yuxh\ a)qa/natos, kai\ *)aristote/lhs, w(s o( ou)rano\s pe/mptou sw/matos kai\ h( eu)daimoni/a u(p' a)reth=s gi/netai, kai\ th\n a)reth\n di' au(th\n ai(reth\n ei)=nai. e)pei\ de\ ou(=toi e)/ndocoi kata\ sofi/an, e)/ndoca kai\ ta\ ei)rhme/na. diafe/rei de\ e)/ndocon tou= a)lhqou=s, ou) tw=| yeude\s ei)=nai [e)/sti ga/r tina e)/ndoca kai\ a)lhqh=], a)lla\ th=| e)pikri/sei, o(/ti e)sti\n a)lhqe/s. tw=| de\ e)ndo/cw| a)po\ tw=n a)kouo/ntwn kai\ tw=n tou/twn u(polh/yewn, a(\s e)/xousi peri\ tw=n pragma/twn. e)/ndoca a(plw=s ta\ kata\ th\n pa/ntwn do/can h)\ tw=n plei/stwn, w(s to\ th\n u(gi/eian ai(reto\n ei)=nai, w(risme/nws de\ e)/ndoca ta\ tw=|de/ tini tw=n e)ndo/cwn e(po/mena, oi(=on *pla/twni h)\ *)aristote/lei h)\ *galhnw=|: a)/doca de\ a(plw=s me\n ta\ toi=s e)ndo/cois a)ntikei/mena: tau=ta d' a)\n ei)/h ta\ para\ ta\s tw=n pa/ntwn h)\ tw=n plei/stwn do/cas lego/mena: w(risme/nws de\ a)/doca, ta\ maxo/mena tou=de tino\s e)ndo/cou th=| do/ch|, w(s fe/re ei)pei=n, to\ mh\ ei)=nai th\n yuxh\n a)qa/naton, e)pei\ ma/xetai th=| *pla/twnos do/ch|: ou)/te de\ e)/ndocon ou)/te a)/doco/n e)sti pro/blhma, peri\ ou(= ou(=toi ou)dete/rws doca/zousin, oi(=on to\ perittou\s ei)=nai tou\s a)ste/ras h)\ a)rti/ous, h)\ ta\s tri/xas th=s kefalh=s, h)\ peri\ ou(= e)p' i)/shs a)mfote/rws, oi(=on peri\ tou= a)/peiron ei)=nai kai\ mh\ ei)=nai, h)\ to\ ei)=nai e)pisth/mas ta\s a)reta\s h)\ pa/lin mh\ ei)=nai.