Ἥφαιστος
Hephaistos, Hephaestus
Translated by Jennifer Benedict13 Jun 2000Vetting: high9 revisions
Hephaistos, Hephaestus
Translated by Jennifer Benedict13 Jun 2000Vetting: high9 revisions
Ἥφαιστος· ὁ θεὸς καὶ τὸ πῦρ. ὅτι Ἑρμοῦ βασιλεύσαντος εἰς Αἴγυπτον καὶ θανόντος, Ἥφαιστος παραλαμβάνει τὴν βασιλείαν, ἡμέρας ʹ22αχπʹ· ὡς γίνεσθαι ἔτη δʹ, μῆνας ζʹ, ἡμέρας ηʹ. οὐκ ᾔδεισαν γὰρ τότε Αἰγύπτιοι ἐνιαυτοὺς μετρῆσαι, ἀλλὰ τὴν περίοδον τῆς ἡμέρας ἐνιαυτὸν ἔλεγον. ἦν δὲ μυστικὸς καὶ πολεμικός· διὸ καὶ θεὸν αὐτὸν ἐκάλουν· ὅστις πολεμῶν ἐπλήγη τὸν πόδα καὶ γέγονε χωλός. ἔθηκε δὲ καὶ νόμον τοῖς Αἰγυπτίοις σωφροσύνης· οὐκ ᾔδεισαν γὰρ μονανδρεῖν αἱ τούτων γυναῖκες. ὑπὸ δὲ μυστικῆς εὐχῆς τὴν ὀξυλάβην ἀπὸ τοῦ ἀέρος ἐδέξατο, δι' ἧς κατεσκεύασεν ἀπὸ σιδήρου ὅπλα πολεμικὰ καὶ γεωργικὰ ἐργαλεῖα· πρὸ γὰρ αὐτοῦ μετὰ ῥοπάλων καὶ λίθων ἐπολέμουν.
*(/hfaistos: o( qeo\s kai\ to\ pu=r. o(/ti *(ermou= basileu/santos ei)s *ai)/gupton kai\ qano/ntos, *(/hfaistos paralamba/nei th\n basilei/an, h(me/ras #22axp#: w(s gi/nesqai e)/th d#, mh=nas z#, h(me/ras h#. ou)k h)/|deisan ga\r to/te *ai)gu/ptioi e)niautou\s metrh=sai, a)lla\ th\n peri/odon th=s h(me/ras e)niauto\n e)/legon. h)=n de\ mustiko\s kai\ polemiko/s: dio\ kai\ qeo\n au)to\n e)ka/loun: o(/stis polemw=n e)plh/gh to\n po/da kai\ ge/gone xwlo/s. e)/qhke de\ kai\ no/mon toi=s *ai)gupti/ois swfrosu/nhs: ou)k h)/|deisan ga\r monandrei=n ai( tou/twn gunai=kes. u(po\ de\ mustikh=s eu)xh=s th\n o)cula/bhn a)po\ tou= a)e/ros e)de/cato, di' h(=s kateskeu/asen a)po\ sidh/rou o(/pla polemika\ kai\ gewrgika\ e)rgalei=a: pro\ ga\r au)tou= meta\ r(opa/lwn kai\ li/qwn e)pole/moun.