Ἀντίπατρος
Antipatros, Antipater
Translated by Jennifer Benedict15 Oct 2001Vetting: high6 revisions
Antipatros, Antipater
Translated by Jennifer Benedict15 Oct 2001Vetting: high6 revisions
Ἀντίπατρος, Νικολάου τοῦ Δαμασκηνοῦ πατὴρ τοῦ ἱστορικοῦ, ὃς ἔσχε Στρατονίκην γυναῖκα, τὴν μητέρα Νικολάου, οἳ διαφανεῖς ἦσαν ἐν Δαμασκῷ κατά τε σωφροσύνην καὶ ἄλλην λαμπρότητα. πλούτῳ τε γὰρ πολλῷ διαφέροντες ἥκιστα ἐπ' αὐτῷ ἐμεγαλύνοντο, εὐδοξίας τε οὐ τὰ δεύτερα φερόμενοι βραχὺ τοῦτο ἐλογίζοντο. ὁ δὲ δὴ Ἀντίπατρος καὶ λόγου δεινότητι προὔχων ἔβλαψε μὲν οὐδ' ὁντινοῦν, ὤνησε δὲ μυρία τούτῳ οὐ τῶν κοινῶν μόνων, ἀλλὰ καὶ τῶν ἀστῶν συχνούς. δικαιοσύνην γὰρ ἀσκῶν, εἴπερ τις ἕτερος, πλεῖστα μὲν διῄτησε νείκη τοῖς πολίταις πρὸς ἀλλήλους, πλεῖστα δὲ τῇ πατρίδι πρὸς τοὺς ἐν κύκλῳ δυνάστας· καὶ ἐτιμᾶτο ὑπὸ πάντων διὰ τοῦτο. πλείστας δὲ ἐπιστεύθη πρεσβείας καὶ ἐπιτροπὰς ἀρχάς τε πάσας διεξῆλθε τὰς ἐγχωρίους· τελευτῶν τε τὸν βίον οὐκ ἔστιν ὅ τι οὐκ ἐπέσκηψε Νικολάῳ τῷ υἱεῖ καὶ Πτολεμαίῳ τῷ τούτου ἀδελφῷ, ἢ τῷ Διῒ θυμιατήριον, ὅπερ ἔφθη αὐτὸς προϋπεσχημένος τῷ θεῷ, κατασκευάσαι, ἐπειδὰν τελευτήσῃ· δηλῶν οἶμαι ὅτι τὸ πρὸς θεοὺς ὅσιον δεῖ καὶ τελευτῶντας φυλάττειν καὶ μηδὲν ἔτι ἀπολαύσεσθαι τοῦ βίου μέλλοντας.
*)anti/patros, *nikola/ou tou= *damaskhnou= path\r tou= i(storikou=, o(\s e)/sxe *stratoni/khn gunai=ka, th\n mhte/ra *nikola/ou, oi(\ diafanei=s h)=san e)n *damaskw=| kata/ te swfrosu/nhn kai\ a)/llhn lampro/thta. plou/tw| te ga\r pollw=| diafe/rontes h(/kista e)p' au)tw=| e)megalu/nonto, eu)doci/as te ou) ta\ deu/tera fero/menoi braxu\ tou=to e)logi/zonto. o( de\ dh\ *)anti/patros kai\ lo/gou deino/thti prou)/xwn e)/blaye me\n ou)d' o(ntinou=n, w)/nhse de\ muri/a tou/tw| ou) tw=n koinw=n mo/nwn, a)lla\ kai\ tw=n a)stw=n suxnou/s. dikaiosu/nhn ga\r a)skw=n, ei)/per tis e(/teros, plei=sta me\n dih/|thse nei/kh toi=s poli/tais pro\s a)llh/lous, plei=sta de\ th=| patri/di pro\s tou\s e)n ku/klw| duna/stas: kai\ e)tima=to u(po\ pa/ntwn dia\ tou=to. plei/stas de\ e)pisteu/qh presbei/as kai\ e)pitropa\s a)rxa/s te pa/sas diech=lqe ta\s e)gxwri/ous: teleutw=n te to\n bi/on ou)k e)/stin o(/ ti ou)k e)pe/skhye *nikola/w| tw=| ui(ei= kai\ *ptolemai/w| tw=| tou/tou a)delfw=|, h)\ tw=| *dii\+ qumiath/rion, o(/per e)/fqh au)to\s prou+pesxhme/nos tw=| qew=|, kataskeua/sai, e)peida\n teleuth/sh|: dhlw=n oi)=mai o(/ti to\ pro\s qeou\s o(/sion dei= kai\ teleutw=ntas fula/ttein kai\ mhde\n e)/ti a)polau/sesqai tou= bi/ou me/llontas.