Ἄρατος
Aratos, Aratus
Translated by D. Graham J. Shipley31 Dec 2000Vetting: high4 revisions
Aratos, Aratus
Translated by D. Graham J. Shipley31 Dec 2000Vetting: high4 revisions
Ἄρατος· στρατηγὸς, ὥς φησι Πολύβιος, ὃς ἦν τὰ μὲν ἄλλα τέλειος ἀνὴρ εἰς τὸν πραγματικὸν τρόπον· καὶ γὰρ εἰπεῖν καὶ διανοηθῆναι καὶ στέξαι τὸ κριθὲν δυνατός, καὶ μὴν ἐνεγκεῖν τὰς πολιτικὰς διαφορὰς πρᾶος καὶ φίλους ἐνδήσασθαι καὶ συμμάχους προσλαβεῖν οὐδενὸς δεύτερος, ἔτι δὲ πράξεις, ἀπάτας, ἐπιβουλὰς συστήσασθαι κατὰ τῶν πολεμίων, καὶ ταύτας ἐπὶ τέλος ἀγαγεῖν διὰ τῆς αὑτοῦ κακοπαθείας καὶ τόλμης δεινότατος. ὁ δ' αὐτὸς οὗτος, ὁπότε τῶν ὑπαίθρων ἀντιποιήσασθαι βουληθείη, νωθρὸς μὲν ἐν ταῖς ἐπινοίαις, ἄτολμος δὲ ἐν ταῖς ἐπιβουλαῖς, ἐν ὄψει δ' οὐ μένων τὸ δεινόν. διὸ καὶ τροπαίων ἐπ' αὐτὸν βλεπόντων ἐπλήρωσε τὴν Πελοπόννησον, καὶ τῇδέ πῃ τοῖς πολεμίοις ἀεί ποτ' ἦν εὐχείρωτος. οὕτως αἱ τῶν ἀνθρώπων φύσεις οὐ μόνον τοῖς σώμασιν ἔχουσί τι πολυειδὲς, ἔτι δὲ μᾶλλον ταῖς ψυχαῖς, ὥστε τὸν αὐτὸν ἄνδρα μὴ μόνον ἐν τοῖς διαφέρουσι τῶν ἐνεργημάτων πρὸς ἃ μὲν εὐφυῶς ἔχειν, πρὸς ἃ δὲ ἐναντίως, ἀλλὰ περί τινα τῶν ὁμοειδῶν πολλάκις τὸν αὐτὸν καὶ συνετώτατον εἶναι καὶ βραδύτατον, ὁμοίως δὲ καὶ τολμηρότατον καὶ δειλότατον. οὐ παράδοξα ταῦτά γε, συνήθη δὲ καὶ γνώριμα τοῖς βουλομένοις συνεφιστάνειν. τινὲς μὲν γὰρ ἐν ταῖς κυνηγίαις εἰσὶ τολμηροὶ πρὸς τὰς τῶν θηρίων συγκατασπάσεις, οἱ δ' αὐτοὶ πρὸς ὅπλα καὶ πολεμίους ἀγεννεῖς, καὶ τῆς τε πολεμικῆς χρείας τῆς κατ' ἄνδρα μὲν καὶ κατ' ἰδίαν εὐχερεῖς καὶ πρακτικοί, κοινῇ δὲ καὶ μετὰ πολεμικῆς ἐνίων συντάξεως ἄπρακτοι.
*)/aratos: strathgo\s, w(/s fhsi *polu/bios, o(\s h)=n ta\ me\n a)/lla te/leios a)nh\r ei)s to\n pragmatiko\n tro/pon: kai\ ga\r ei)pei=n kai\ dianohqh=nai kai\ ste/cai to\ kriqe\n dunato/s, kai\ mh\n e)negkei=n ta\s politika\s diafora\s pra=os kai\ fi/lous e)ndh/sasqai kai\ summa/xous proslabei=n ou)deno\s deu/teros, e)/ti de\ pra/ceis, a)pa/tas, e)piboula\s susth/sasqai kata\ tw=n polemi/wn, kai\ tau/tas e)pi\ te/los a)gagei=n dia\ th=s au(tou= kakopaqei/as kai\ to/lmhs deino/tatos. o( d' au)to\s ou(=tos, o(po/te tw=n u(pai/qrwn a)ntipoih/sasqai boulhqei/h, nwqro\s me\n e)n tai=s e)pinoi/ais, a)/tolmos de\ e)n tai=s e)piboulai=s, e)n o)/yei d' ou) me/nwn to\ deino/n. dio\ kai\ tropai/wn e)p' au)to\n blepo/ntwn e)plh/rwse th\n *pelopo/nnhson, kai\ th=|de/ ph| toi=s polemi/ois a)ei/ pot' h)=n eu)xei/rwtos. ou(/tws ai( tw=n a)nqrw/pwn fu/seis ou) mo/non toi=s sw/masin e)/xousi/ ti polueide\s, e)/ti de\ ma=llon tai=s yuxai=s, w(/ste to\n au)to\n a)/ndra mh\ mo/non e)n toi=s diafe/rousi tw=n e)nerghma/twn pro\s a(\ me\n eu)fuw=s e)/xein, pro\s a(\ de\ e)nanti/ws, a)lla\ peri/ tina tw=n o(moeidw=n polla/kis to\n au)to\n kai\ sunetw/taton ei)=nai kai\ bradu/taton, o(moi/ws de\ kai\ tolmhro/taton kai\ deilo/taton. ou) para/doca tau=ta/ ge, sunh/qh de\ kai\ gnw/rima toi=s boulome/nois sunefista/nein. tine\s me\n ga\r e)n tai=s kunhgi/ais ei)si\ tolmhroi\ pro\s ta\s tw=n qhri/wn sugkataspa/seis, oi( d' au)toi\ pro\s o(/pla kai\ polemi/ous a)gennei=s, kai\ th=s te polemikh=s xrei/as th=s kat' a)/ndra me\n kai\ kat' i)di/an eu)xerei=s kai\ praktikoi/, koinh=| de\ kai\ meta\ polemikh=s e)ni/wn sunta/cews a)/praktoi.