Ἀχίας
Ahijah, Achias, Akhias
Translated by William Hutton28 Jan 2002Vetting: high7 revisions
Ahijah, Achias, Akhias
Translated by William Hutton28 Jan 2002Vetting: high7 revisions
Ἀχίας· προφήτης οὗτος ἐπὶ Ἱεροβοὰμ βασιλέως τῶν Ἑβραίων ἦν. κάμνοντος δ' αὐτῷ κατ' ἐκεῖνον καιρὸν τοῦ παιδὸς, τὴν γυναῖκα αὐτοῦ προσέταξεν ἥκειν, ἔνθα διέτριβεν ὁ Ἀχίας, περὶ τῆς τοῦ παιδὸς ὑγείας, μετασχηματισαμένης τὴν στολήν. μελλούσης δὲ αὐτῆς εἰς τὴν οἰκίαν εἰσιέναι τὰς ὄψεις ἠμαυρωμένου διὰ τὸ γῆρας, ἐπιφανεὶς ὁ θεὸς ἀμφότερα αὐτῷ μηνύει, τήν τε τοῦ Ἱεροβοὰμ γυναῖκα, καὶ τί μέλλει λέγειν αὐτῇ. καὶ παριούσης ὡς ξένης ἀνεβόησεν· εἴσελθε, ὦ γύναι· τί κρύπτεις σαυτήν; τὸν γὰρ θεὸν οὐ λανθάνεις. ἄπελθε δὲ πρὸς τὸν ἄνδρα· τάδε λέγει κύριος· ἐπεί σε μέγαν ἐκ μικροῦ καὶ μηδενὸς ὄντος ἐποίησα, καὶ ἀποσχίσας τὴν βασιλείαν ἀπὸ τοῦ Δαβὶδ γένους σοὶ ταύτην ἔδωκα, σὺ δὲ τούτων ἠμνημόνησας καὶ τὴν ἐμὴν θρησκείαν καταλιπὼν χωνευτοὺς θεοὺς κατεσκεύασας καὶ τούτους τιμᾷς, σὲ πάλιν καθαιρήσω καὶ πᾶν ἐξολοθρεύσω σου τὸ γένος καὶ κυσὶ καὶ ὄρνισι βορὰν γενέσθαι ποιήσω. μεθέξει δὲ τῆς τιμωρίας καὶ τὸ πλῆθος ἐκπεσὸν τῆς ἀγαθῆς γῆς διασπαρὲν εἰς τοὺς πέραν Εὐφράτου τόπους, διότι τοῖς σοῖς ἀσεβήμασι κατηκολούθησε. τὸν δὲ σὸν υἱὸν καταλήψῃ τεθνηκότα. ἅπερ καὶ γέγονεν.
*)axi/as: profh/ths ou(=tos e)pi\ *(ieroboa\m basile/ws tw=n *(ebrai/wn h)=n. ka/mnontos d' au)tw=| kat' e)kei=non kairo\n tou= paido\s, th\n gunai=ka au)tou= prose/tacen h(/kein, e)/nqa die/triben o( *)axi/as, peri\ th=s tou= paido\s u(gei/as, metasxhmatisame/nhs th\n stolh/n. mellou/shs de\ au)th=s ei)s th\n oi)ki/an ei)sie/nai ta\s o)/yeis h)maurwme/nou dia\ to\ gh=ras, e)pifanei\s o( qeo\s a)mfo/tera au)tw=| mhnu/ei, th/n te tou= *(ieroboa\m gunai=ka, kai\ ti/ me/llei le/gein au)th=|. kai\ pariou/shs w(s ce/nhs a)nebo/hsen: ei)/selqe, w)= gu/nai: ti/ kru/pteis sauth/n; to\n ga\r qeo\n ou) lanqa/neis. a)/pelqe de\ pro\s to\n a)/ndra: ta/de le/gei ku/rios: e)pei/ se me/gan e)k mikrou= kai\ mhdeno\s o)/ntos e)poi/hsa, kai\ a)posxi/sas th\n basilei/an a)po\ tou= *dabi\d ge/nous soi\ tau/thn e)/dwka, su\ de\ tou/twn h)mnhmo/nhsas kai\ th\n e)mh\n qrhskei/an katalipw\n xwneutou\s qeou\s kateskeu/asas kai\ tou/tous tima=|s, se\ pa/lin kaqairh/sw kai\ pa=n e)coloqreu/sw sou to\ ge/nos kai\ kusi\ kai\ o)/rnisi bora\n gene/sqai poih/sw. meqe/cei de\ th=s timwri/as kai\ to\ plh=qos e)kpeso\n th=s a)gaqh=s gh=s diaspare\n ei)s tou\s pe/ran *eu)fra/tou to/pous, dio/ti toi=s soi=s a)sebh/masi kathkolou/qhse. to\n de\ so\n ui(o\n katalh/yh| teqnhko/ta. a(/per kai\ ge/gonen.