Διόδωρος
Diodoros, Diodorus, Diodore
Translated by Oliver Phillips ✝3 Dec 2001Vetting: high13 revisions
Diodoros, Diodorus, Diodore
Translated by Oliver Phillips ✝3 Dec 2001Vetting: high13 revisions
Διόδωρος, μονάζων, ἐν τοῖς χρόνοις Ἰουλιανοῦ καὶ Οὐάλεντος ἐπισκοπήσας Ταρσῶν τῆς Κιλικίας. οὗτος ἔγραψεν, ὥς φησι Θεόδωρος Ἀναγνώστης ἐν τῇ ἐκκλησιαστικῇ ἱστορίᾳ, διάφορα. εἰσὶ δὲ τάδε· Ἑρμηνεῖαι εἰς τὴν παλαιὰν πᾶσαν· Γένεσιν, Ἔξοδον καὶ ἐφεξῆς· καὶ Εἰς Ψαλμούς· Εἰς τὰς δʹ Βασιλείας· Εἰς τὰ ζητούμενα τῶν Παραλειπομένων, Εἰς τὰς Παροιμίας, Τίς διαφορὰ θεωρίας καὶ ἀλληγορίας, Εἰς τὸν Ἐκκλησιαστήν, Εἰς τὸ ᾆσμα τῶν ᾀσμάτων, Εἰς τοὺς προφήτας, Χρονικόν, διορθούμενον τὸ σφάλμα Εὐσεβίου τοῦ Παμφίλου περὶ τῶν χρόνων, Εἰς τὰ δʹ Εὐαγγέλια, Εἰς τὰς πράξεις τῶν Ἀποστόλων, Εἰς τὴν ἐπιστολὴν Ἰωάννου τοῦ Εὐαγγελιστοῦ, Περὶ τοῦ, εἷς θεὸς ἐν τριάδι, Κατὰ Μελχισεδεκιτῶν, Κατὰ Ἰουδαίων, Περὶ νεκρῶν ἀναστάσεως, Περὶ ψυχῆς κατὰ διαφόρων περὶ αὐτῆς αἱρέσεων, Πρὸς Γρατιανὸν κεφάλαια, Κατὰ ἀστρονόμων καὶ ἀστρολόγων καὶ εἱμαρμένης, Περὶ σφαίρας καὶ τῶν ζʹ ζωνῶν καὶ τῆς ἐναντίας τῶν ἀστέρων πορείας, Περὶ τῆς Ἱππάρχου σφαίρας, Περὶ προνοίας, Κατὰ Πλάτωνος περὶ θεοῦ καὶ θεῶν, Περὶ φύσεως καὶ ὕλης, ἐν ᾧ, τί τὸ δίκαιόν ἐστι, Περὶ θεοῦ καὶ ὕλης Ἑλληνικῆς πεπλασμένης, Ὅτι αἱ ἀόρατοι φύσεις οὐκ ἐκ τῶν στοιχείων, ἀλλ' ἐκ μηδενὸς μετὰ τῶν στοιχείων ἐδημιουργήθησαν, Πρὸς Εὐφρόνιον φιλόσοφον κατὰ πεῦσιν καὶ ἀπόκρισιν, Κατὰ Ἀριστοτέλους περὶ σώματος οὐρανίου, Πῶς θερμὸς ὁ ἥλιος, Κατὰ τῶν λεγόντων ζῷον τὸν οὐρανόν, Περὶ τοῦ πῶς ἀεὶ μὲν ὁ δημιουργός, οὐκ ἀεὶ δὲ τὰ δημιουργήματα, Πῶς τὸ θέλειν καὶ τὸ μὴ θέλειν ἐπὶ θεοῦ ἀϊδίου ὄντος, Κατὰ Πορφυρίου περὶ ζῴων καὶ θυσιῶν.
*dio/dwros, mona/zwn, e)n toi=s xro/nois *)ioulianou= kai\ *ou)a/lentos e)piskoph/sas *tarsw=n th=s *kiliki/as. ou(=tos e)/grayen, w(/s fhsi *qeo/dwros *)anagnw/sths e)n th=| e)kklhsiastikh=| i(stori/a|, dia/fora. ei)si\ de\ ta/de: *(ermhnei=ai ei)s th\n palaia\n pa=san: *ge/nesin, *)/ecodon kai\ e)fech=s: kai\ *ei)s *yalmou/s: *ei)s ta\s d# *basilei/as: *ei)s ta\ zhtou/mena tw=n *paraleipome/nwn, *ei)s ta\s *paroimi/as, *ti/s diafora\ qewri/as kai\ a)llhgori/as, *ei)s to\n *)ekklhsiasth/n, *ei)s to\ a)=|sma tw=n a)|sma/twn, *ei)s tou\s profh/tas, *xroniko/n, diorqou/menon to\ sfa/lma *eu)sebi/ou tou= *pamfi/lou peri\ tw=n xro/nwn, *ei)s ta\ d# *eu)agge/lia, *ei)s ta\s pra/ceis tw=n *)aposto/lwn, *ei)s th\n e)pistolh\n *)iwa/nnou tou= *eu)aggelistou=, *peri\ tou=, ei(=s qeo\s e)n tria/di, *kata\ *melxisedekitw=n, *kata\ *)ioudai/wn, *peri\ nekrw=n a)nasta/sews, *peri\ yuxh=s kata\ diafo/rwn peri\ au)th=s ai(re/sewn, *pro\s *gratiano\n kefa/laia, *kata\ a)strono/mwn kai\ a)strolo/gwn kai\ ei(marme/nhs, *peri\ sfai/ras kai\ tw=n z# zwnw=n kai\ th=s e)nanti/as tw=n a)ste/rwn porei/as, *peri\ th=s *(ippa/rxou sfai/ras, *peri\ pronoi/as, *kata\ *pla/twnos peri\ qeou= kai\ qew=n, *peri\ fu/sews kai\ u(/lhs, e)n w(=|, ti/ to\ di/kaio/n e)sti, *peri\ qeou= kai\ u(/lhs *(ellhnikh=s peplasme/nhs, *(/oti ai( a)o/ratoi fu/seis ou)k e)k tw=n stoixei/wn, a)ll' e)k mhdeno\s meta\ tw=n stoixei/wn e)dhmiourgh/qhsan, *pro\s *eu)fro/nion filo/sofon kata\ peu=sin kai\ a)po/krisin, *kata\ *)aristote/lous peri\ sw/matos ou)rani/ou, *pw=s qermo\s o( h(/lios, *kata\ tw=n lego/ntwn zw=|on to\n ou)rano/n, *peri\ tou= pw=s a)ei\ me\n o( dhmiourgo/s, ou)k a)ei\ de\ ta\ dhmiourgh/mata, *pw=s to\ qe/lein kai\ to\ mh\ qe/lein e)pi\ qeou= a)i+di/ou o)/ntos, *kata\ *porfuri/ou peri\ zw/|wn kai\ qusiw=n.