Δημόφιλος
Demophilos, Demophilus
Translated by Catharine Roth11 Nov 2004Vetting: high9 revisions
Demophilos, Demophilus
Translated by Catharine Roth11 Nov 2004Vetting: high9 revisions
Δημόφιλος, ἐπίσκοπος Κωνσταντίνου πόλεως ἄνθρωπος ἦν οἷος ἐμπεσὼν ὁμοῦ σύμπαντα φύρειν ἀκόσμῳ φορᾷ καθάπερ ἄτακτος χειμάρρους, πολὺν ἐν τοῖς λόγοις τὸν συρφετὸν ἄγων, ὡς εἴσεταί τις ἐκ γοῦν τῆς ἐν τοῖς ἔτι σῳζομένοις ὑπομνήμασιν αὐτοῦ γεγονυίας δημηγορίας· ἔνθα καὶ μᾶλλον εἰκὸς ἦν ἀσφαλείας αὐτὸν φροντίδα θέσθαι τινά, ὡς ἐγγράφοις μνήμαις ἀναλαμβανομένων τῶν λεγομένων. ἐν τούτοις γοῦν ἄλλα τε πολλὰ διείλεκται ἄναρθρα, διαρρήδην δὲ ἐν τοῖς περὶ πατρὸς καὶ υἱοῦ λόγοις. φησὶ γάρ· υἱὸς μὲν πατρὸς θελήσει γεγέννηται μόνου, ἀχρόνως, ἀμεσιτεύτως, ἵνα διάκονος γένηται καὶ ὑπηρέτης τῶν βουλημάτων τοῦ πατρός. ἐπειδὴ γὰρ ὁ προγινώσκων θεὸς ἃ ἔμελλε πράττειν ἀδύνατα ἦν τῆς ἀκρατήτου τάξεως τοῦ μέλλοντος αὐτὰ ποιεῖν θεοῦ ἐν τῷ γενέσθαι μέλλοντα· ἢ γὰρ ἔδει αὐτὰ πάντα θεοὺς γενέσθαι πρὸς ἀξίαν τοῦ ποιοῦντος, καὶ ἐκ τούτων ἔμελλον εἶναι θεοί· ἢ ἔδει αὐτὰ γενόμενα λύεσθαι, ὥσπερ κηρὸν πυρὶ θερμῷ προσαγόμενον· γέγονε μὲν οὖν μεσίτης τῶν τε ἐσομένων καὶ τοῦ γεγεννηκότος αὐτὸν θεοῦ, ὁ υἱός, ἵνα συντάξας ἑαυτὸν καὶ συγκαταβαίνων τοῖς γινομένοις ἀποτελέσειε τὸ βούλημα τοῦ πατρός· καὶ μεσίτης γεγένηται τοῦ θεοῦ καὶ ἡμῶν τῶν δι' αὐτοῦ γενομένων. ἐλάνθανε διὰ τούτων τοῦ τε θεοῦ τῶν ὅλων ἀσθένειαν καὶ βασκανίαν καταψευδόμενος καὶ τὸν υἱὸν πάντων τῶν κτισμάτων ἀποφαίνων καταδεέστερον. ὁ μὲν γὰρ ἀσθενὴς ἂν ἦν κατὰ Δημόφιλον, εἰ βουληθείς, ἔπειτα ἀπόρως εἶχε τοῖς πᾶσι τὸ εἶναι δωρήσασθαι· φθόνου δ' οὐκ ἀπήλλακτο ἄν, εἰ ἐξὸν αὐτῷ θεοὺς τὰ πάντα ποιεῖν, ὁ δὲ ἐφαίνετο μηχανώμενος, ὅπως μὴ ταύτης αὐτῷ τύχῃ τὰ γενησόμενα τῆς ἀξίας. τοῦ δέ γ' αὖ παιδὸς οὐκ ἦν τῶν κτισμάτων οὐδέν, ὃ μὴ ἄμεινον ὑπάρχειν ἐδείχθη ἄν, εἴπερ γε μὴ δι' ἑαυτὸν ἐκεῖνος ἔτυχε γεγονώς, ἀλλὰ διὰ σκοπὸν καὶ χρείαν τῆς τούτων γενέσεως. ἅπαν γάρ τοι τὸ δι' ἑτέρων γινόμενον χρείαν ἔλαττον ὑπάρχειν ἐκείνων ἀνάγκη, δι' ἃ τοῦ εἶναι τυγχάνει. καὶ ἄλλα δὲ ἐληρώδει πολλά.
*dhmo/filos, e)pi/skopos *kwnstanti/nou po/lews a)/nqrwpos h)=n oi(=os e)mpesw\n o(mou= su/mpanta fu/rein a)ko/smw| fora=| kaqa/per a)/taktos xeima/rrous, polu\n e)n toi=s lo/gois to\n surfeto\n a)/gwn, w(s ei)/setai/ tis e)k gou=n th=s e)n toi=s e)/ti sw|zome/nois u(pomnh/masin au)tou= gegonui/as dhmhgori/as: e)/nqa kai\ ma=llon ei)ko\s h)=n a)sfalei/as au)to\n fronti/da qe/sqai tina/, w(s e)ggra/fois mnh/mais a)nalambanome/nwn tw=n legome/nwn. e)n tou/tois gou=n a)/lla te polla\ diei/lektai a)/narqra, diarrh/dhn de\ e)n toi=s peri\ patro\s kai\ ui(ou= lo/gois. fhsi\ ga/r: ui(o\s me\n patro\s qelh/sei gege/nnhtai mo/nou, a)xro/nws, a)mesiteu/tws, i(/na dia/konos ge/nhtai kai\ u(phre/ths tw=n boulhma/twn tou= patro/s. e)peidh\ ga\r o( proginw/skwn qeo\s a(\ e)/melle pra/ttein a)du/nata h)=n th=s a)krath/tou ta/cews tou= me/llontos au)ta\ poiei=n qeou= e)n tw=| gene/sqai me/llonta: h)\ ga\r e)/dei au)ta\ pa/nta qeou\s gene/sqai pro\s a)ci/an tou= poiou=ntos, kai\ e)k tou/twn e)/mellon ei)=nai qeoi/: h)\ e)/dei au)ta\ geno/mena lu/esqai, w(/sper khro\n puri\ qermw=| prosago/menon: ge/gone me\n ou)=n mesi/ths tw=n te e)some/nwn kai\ tou= gegennhko/tos au)to\n qeou=, o( ui(o/s, i(/na sunta/cas e(auto\n kai\ sugkatabai/nwn toi=s ginome/nois a)potele/seie to\ bou/lhma tou= patro/s: kai\ mesi/ths gege/nhtai tou= qeou= kai\ h(mw=n tw=n di' au)tou= genome/nwn. e)la/nqane dia\ tou/twn tou= te qeou= tw=n o(/lwn a)sqe/neian kai\ baskani/an katayeudo/menos kai\ to\n ui(o\n pa/ntwn tw=n ktisma/twn a)pofai/nwn katadee/steron. o( me\n ga\r a)sqenh\s a)\n h)=n kata\ *dhmo/filon, ei) boulhqei/s, e)/peita a)po/rws ei)=xe toi=s pa=si to\ ei)=nai dwrh/sasqai: fqo/nou d' ou)k a)ph/llakto a)/n, ei) e)co\n au)tw=| qeou\s ta\ pa/nta poiei=n, o( de\ e)fai/neto mhxanw/menos, o(/pws mh\ tau/ths au)tw=| tu/xh| ta\ genhso/mena th=s a)ci/as. tou= de/ g' au)= paido\s ou)k h)=n tw=n ktisma/twn ou)de/n, o(\ mh\ a)/meinon u(pa/rxein e)dei/xqh a)/n, ei)/per ge mh\ di' e(auto\n e)kei=nos e)/tuxe gegonw/s, a)lla\ dia\ skopo\n kai\ xrei/an th=s tou/twn gene/sews. a(/pan ga/r toi to\ di' e(te/rwn gino/menon xrei/an e)/latton u(pa/rxein e)kei/nwn a)na/gkh, di' a(\ tou= ei)=nai tugxa/nei. kai\ a)/lla de\ e)lhrw/dei polla/.