Διάθεσις
disposition
Translated by Marcelo Boeri2 Jun 2003Vetting: high5 revisions
disposition
Translated by Marcelo Boeri2 Jun 2003Vetting: high5 revisions
Διάθεσις· ὅτι ἐπειδὴ οὐκ ἄσχετός ἐστιν ὁ δεσμὸς τῆς ψυχῆς πρὸς τὸ σῶμα ἀλλὰ συμπαθής, διαβαίνει γοῦν ἐκ τῶν τῆς ψυχῆς κινημάτων ἴχνη πρὸς τὸ σῶμα καὶ ἐκ τοῦ σώματος πρὸς τὴν ψυχήν. ἄλλο γοῦν τὸ εἶδος τοῦ διανοουμένου καὶ ἄλλο τοῦ λυπουμένου, καὶ ἐπὶ τῶν λοιπῶν ἐμφαίνεται ἴχνος ἐν τῷ σώματι τῆς κινήσεως τῆς ψυχῆς, ὅθεν καὶ οἱ φυσιογνώμονες ἐκ τῆς τοῦ σώματος ἰδέας τεκμαίρονται τὰς τῆς ψυχῆς διαθέσεις. ὅτι δὲ καὶ ἐκ τῶν παθῶν τοῦ σώματος διαβαίνει τι καὶ πρὸς τὴν ψυχήν, πρόδηλον· ἀλγοῦντι γὰρ συναλγεῖ καὶ εὐθυμοῦντι συνήδεται. ὅτι δὲ καὶ ἐμποδίζει αὐτῇ τὸ σῶμα τοίως ἢ τοίως διακείμενον, οὐδεὶς ἀγνοεῖ, ὅπερ οὐκ ἂν ἐγένετο, τὸ ἐμποδίζεσθαι αὐτὴν ὑπ' αὐτοῦ, εἰ μὴ διέβαινεν ἀπὸ τῆς πρὸς αὐτὸ σχέσεως συμπάθειά τις ἐπὶ τὴν ψυχήν· οὕτως ὡς τοῦ ἐγκεφάλου κοιλίας μὲν παθούσης τῆς ὄπισθεν τὸ μνημονευτικὸν πάσχειν, ἄλλως δὲ αὐτὸ τὸ λογιστικόν, καὶ τοίως μὲν διακειμένου φανταστὸν εἶναι τὴν ψυχήν, τοίως δὲ δυσφάνταστον. καὶ αἱ διάφοροι δὲ τῶν ψυχῶν ἐπιτηδειότητες καὶ τὸ εἰς τάδε ἢ τάδε τὰ πάθη ἐπιρρεπῶς ἔχειν ἐκ τῆς πρὸς τὸ σῶμα σχέσεως καὶ συμπαθείας παραγίνεται· ὅθεν καὶ νενομίκασί τινες ταῖς τοῦ σώματος κράσεσιν ἕπεσθαι τὰς τῆς ψυχῆς δυνάμεις.
*dia/qesis: o(/ti e)peidh\ ou)k a)/sxeto/s e)stin o( desmo\s th=s yuxh=s pro\s to\ sw=ma a)lla\ sumpaqh/s, diabai/nei gou=n e)k tw=n th=s yuxh=s kinhma/twn i)/xnh pro\s to\ sw=ma kai\ e)k tou= sw/matos pro\s th\n yuxh/n. a)/llo gou=n to\ ei)=dos tou= dianooume/nou kai\ a)/llo tou= lupoume/nou, kai\ e)pi\ tw=n loipw=n e)mfai/netai i)/xnos e)n tw=| sw/mati th=s kinh/sews th=s yuxh=s, o(/qen kai\ oi( fusiognw/mones e)k th=s tou= sw/matos i)de/as tekmai/rontai ta\s th=s yuxh=s diaqe/seis. o(/ti de\ kai\ e)k tw=n paqw=n tou= sw/matos diabai/nei ti kai\ pro\s th\n yuxh/n, pro/dhlon: a)lgou=nti ga\r sunalgei= kai\ eu)qumou=nti sunh/detai. o(/ti de\ kai\ e)mpodi/zei au)th=| to\ sw=ma toi/ws h)\ toi/ws diakei/menon, ou)dei\s a)gnoei=, o(/per ou)k a)\n e)ge/neto, to\ e)mpodi/zesqai au)th\n u(p' au)tou=, ei) mh\ die/bainen a)po\ th=s pro\s au)to\ sxe/sews sumpa/qeia/ tis e)pi\ th\n yuxh/n: ou(/tws w(s tou= e)gkefa/lou koili/as me\n paqou/shs th=s o)/pisqen to\ mnhmoneutiko\n pa/sxein, a)/llws de\ au)to\ to\ logistiko/n, kai\ toi/ws me\n diakeime/nou fantasto\n ei)=nai th\n yuxh/n, toi/ws de\ dusfa/ntaston. kai\ ai( dia/foroi de\ tw=n yuxw=n e)pithdeio/thtes kai\ to\ ei)s ta/de h)\ ta/de ta\ pa/qh e)pirrepw=s e)/xein e)k th=s pro\s to\ sw=ma sxe/sews kai\ sumpaqei/as paragi/netai: o(/qen kai\ nenomi/kasi/ tines tai=s tou= sw/matos kra/sesin e(/pesqai ta\s th=s yuxh=s duna/meis.