Διάθεσις
deposing, disposing
Translated by William Hutton5 Sep 2003Vetting: high3 revisions
deposing, disposing
Translated by William Hutton5 Sep 2003Vetting: high3 revisions
Διάθεσις καὶ Διατίθεσθαι· ἑκάτερον αὐτῶν κεῖται ἐπὶ τοῦ διαθήκας γράφειν. Ἰσαῖος ἐν τῷ πρὸς Ἀριστογείτονα· μετὰ ταύτην τοίνυν τὴν ἀπόκρισιν ἑτέραν διαθήκην ἐκόμισαν, ἣν ἔφασαν Ἀρχέπολιν ἐν Λήμνῳ διαθέσθαι. καὶ Λυσίας ἐν τῷ πρὸς Τιμωνίδην· πῶς δ' ἂν τῆς διαθέσεως τοῦ τετελευτηκότος ἀμελήσαιμεν, ἣν ἐκεῖνος διέθετο οὐ παρανοῶν οὐδὲ γυναικὶ πεισθείς. ἐχρήσαντο δὲ καὶ ἐπὶ τοῦ πωλεῖν ἑκατέρῳ αὐτῶν. παρ' Ἰσοκράτει δὲ ἐπὶ τοῦ πάσχειν κεῖται τὸ διατίθεσθαι, ὥς φησιν ἐν Ἑλένης Ἐγκωμίῳ· γνοίη δ' ἄν τις κἀκεῖθεν, ὅσον διαφέρει τῶν ὄντων, ἐξ ὧν αὐτοὶ διατιθέμεθα πρὸς ἕκαστον τῶν καλῶν. Ἀντιφῶν δὲ τῇ διαθέσει ἐχρήσατο ἐπὶ γνώμης ἢ διανοίας. ὁ αὐτὸς καὶ ἐπὶ τοῦ διαθεῖναι λόγον, τουτέστιν ἐπὶ τοῦ ἐξαγγεῖλαί τι. ἐν τῷ βʹ τῆς Ἀληθείας ὁ αὐτὸς κέχρηται αὐτῷ καὶ ἐπὶ τῆς διακοσμήσεως.
*dia/qesis kai\ *diati/qesqai: e(ka/teron au)tw=n kei=tai e)pi\ tou= diaqh/kas gra/fein. *)isai=os e)n tw=| pro\s *)aristogei/tona: meta\ tau/thn toi/nun th\n a)po/krisin e(te/ran diaqh/khn e)ko/misan, h(\n e)/fasan *)arxe/polin e)n *lh/mnw| diaqe/sqai. kai\ *lusi/as e)n tw=| pro\s *timwni/dhn: pw=s d' a)\n th=s diaqe/sews tou= teteleuthko/tos a)melh/saimen, h(\n e)kei=nos die/qeto ou) paranow=n ou)de\ gunaiki\ peisqei/s. e)xrh/santo de\ kai\ e)pi\ tou= pwlei=n e(kate/rw| au)tw=n. par' *)isokra/tei de\ e)pi\ tou= pa/sxein kei=tai to\ diati/qesqai, w(/s fhsin e)n *(ele/nhs *)egkwmi/w|: gnoi/h d' a)/n tis ka)kei=qen, o(/son diafe/rei tw=n o)/ntwn, e)c w(=n au)toi\ diatiqe/meqa pro\s e(/kaston tw=n kalw=n. *)antifw=n de\ th=| diaqe/sei e)xrh/sato e)pi\ gnw/mhs h)\ dianoi/as. o( au)to\s kai\ e)pi\ tou= diaqei=nai lo/gon, toute/stin e)pi\ tou= e)caggei=lai/ ti. e)n tw=| b# th=s *)alhqei/as o( au)to\s ke/xrhtai au)tw=| kai\ e)pi\ th=s diakosmh/sews.