Εὐγενέστερος Κόδρου
nobler than Kodros, nobler than Codrus
Translated by Catharine Roth5 Dec 2006Vetting: high6 revisions
nobler than Kodros, nobler than Codrus
Translated by Catharine Roth5 Dec 2006Vetting: high6 revisions
Εὐγενέστερος Κόδρου· τοῦ υἱοῦ Μελάνθου τοῦ Μεσσηνίου, πατρὸς δὲ Μέδοντος καὶ Νηλέως. οὗτος ὁ Κόδρος Δωριέων ἐπιστρατευσάντων Ἀθηναίοις, ἐπεὶ τοὺς ἐκ Πελοποννήσου φυγάδας προσεδέξαντο, ἐν οἷς καὶ Μέλανθον, χρησμοῦ δὲ αὐτοῖς δοθέντος, αἱρήσειν τὴν πόλιν, ἐὰν ἀπόσχωνται τοῦ τῶν πολεμίων βασιλέως, νοήσας τὸν χρησμόν, ἀναλαβὼν ὑλοτόμου ἐσθῆτα καὶ ἐντυχὼν τοῖς φύλαξι τῶν Δωριέων ἕνα ἐξ αὐτῶν ἀνεῖλε. διοργισθέντες δὲ οἱ λοιποί, συλλαβόντες αὐτὸν ἀνεῖλον, ὡς Εὔδημος. οἱ δὲ περὶ Κόδρου φασίν, ὅτι βασιλεύοντος αὐτοῦ Ἀθηναίων, τοῖς Λακεδαιμονίοις γενομένης ἀφορίας κατὰ τὴν χώραν πᾶσαν, ἔδοξε στρατεύειν ἐπὶ τὰς Ἀθήνας, ὅπως ἐξαναστήσαντες τῆς Ἀττικῆς τοὺς ἐνοικοῦντας αὐτοὶ κατανείμωνται τὴν χώραν· καὶ πυνθάνονται τῆς Πυθίας, εἰ λήψονται τὰς Ἀθήνας. ἀνελόντος δὲ αὐτοῖς τοῦ θεοῦ, διότι τὴν πόλιν οὐχ αἱρήσουσιν, ἐὰν τὸν βασιλέα τῶν Ἀθηναίων Κόδρον ἀποκτείνωσι· καὶ ἐστράτευσαν ἐπὶ τὰς Ἀθήνας. Κλεόμαντις δὲ τῶν Δελφῶν τις πυθέσθαι τὸν χρησμὸν καὶ ἀποστεῖλαι Ἀθηναίοις. τοῦτο μαθὼν Κόδρος, πρὸ τῆς πόλεως ἐξελθὼν φρύγανα συνέλεγε. δύο δέ τινων ἐλθόντων πρὸς αὐτὸν πυνθάνεσθαι τίς εἴη· ὁ δὲ Κόδρος τῷ δρεπάνῳ πλήξας ἀπέκτεινεν αὐτόν, ὁ δὲ ἕτερος ἀνεῖλε τὸν Κόδρον. οἱ δὲ ῥήτορες τὸ Κόδρος ἐπὶ τοῦ ἐντίμου ἐχρήσαντο, ὥς φησιν Εὔδημος ἐν τῷ περὶ λέξεων ῥητορικῶν.
*eu)gene/steros *ko/drou: tou= ui(ou= *mela/nqou tou= *messhni/ou, patro\s de\ *me/dontos kai\ *nhle/ws. ou(=tos o( *ko/dros *dwrie/wn e)pistrateusa/ntwn *)aqhnai/ois, e)pei\ tou\s e)k *peloponnh/sou fuga/das prosede/canto, e)n oi(=s kai\ *me/lanqon, xrhsmou= de\ au)toi=s doqe/ntos, ai(rh/sein th\n po/lin, e)a\n a)po/sxwntai tou= tw=n polemi/wn basile/ws, noh/sas to\n xrhsmo/n, a)nalabw\n u(loto/mou e)sqh=ta kai\ e)ntuxw\n toi=s fu/laci tw=n *dwrie/wn e(/na e)c au)tw=n a)nei=le. diorgisqe/ntes de\ oi( loipoi/, sullabo/ntes au)to\n a)nei=lon, w(s *eu)/dhmos. oi( de\ peri\ *ko/drou fasi/n, o(/ti basileu/ontos au)tou= *)aqhnai/wn, toi=s *lakedaimoni/ois genome/nhs a)fori/as kata\ th\n xw/ran pa=san, e)/doce strateu/ein e)pi\ ta\s *)aqh/nas, o(/pws e)canasth/santes th=s *)attikh=s tou\s e)noikou=ntas au)toi\ katanei/mwntai th\n xw/ran: kai\ punqa/nontai th=s *puqi/as, ei) lh/yontai ta\s *)aqh/nas. a)nelo/ntos de\ au)toi=s tou= qeou=, dio/ti th\n po/lin ou)x ai(rh/sousin, e)a\n to\n basile/a tw=n *)aqhnai/wn *ko/dron a)poktei/nwsi: kai\ e)stra/teusan e)pi\ ta\s *)aqh/nas. *kleo/mantis de\ tw=n *delfw=n tis puqe/sqai to\n xrhsmo\n kai\ a)postei=lai *)aqhnai/ois. tou=to maqw\n *ko/dros, pro\ th=s po/lews e)celqw\n fru/gana sune/lege. du/o de/ tinwn e)lqo/ntwn pro\s au)to\n punqa/nesqai ti/s ei)/h: o( de\ *ko/dros tw=| drepa/nw| plh/cas a)pe/kteinen au)to/n, o( de\ e(/teros a)nei=le to\n *ko/dron. oi( de\ r(h/tores to\ *ko/dros e)pi\ tou= e)nti/mou e)xrh/santo, w(/s fhsin *eu)/dhmos e)n tw=| peri\ le/cewn r(htorikw=n.