Ἱερατικὴ
priest-craft, religion
Translated by Catharine Roth27 May 2006Vetting: high5 revisions
priest-craft, religion
Translated by Catharine Roth27 May 2006Vetting: high5 revisions
Ἱερατικὴ καὶ φιλοσοφία οὐκ ἀπὸ τῶν αὐτῶν ἄρχονται ἀρχῶν. ἀλλ' ἡ μὲν φιλοσοφία ἀπὸ τῆς μιᾶς τῶν πάντων αἰτίας εἰς τὴν ὑποστάθμην τῶν ὄντων καθήκουσα, διὰ μέσων τῶν ὅλων γενῶν, θείων τε καὶ τῶν μετὰ θεοὺς κρειττόνων καὶ ἐν τρίτῳ, φασί, βήματι φαινομένων. ἓν γὰρ οὐδέν ἐστι τῶν καθόλου προειρημένων τοῖς ἑκατέρωθι φιλοσόφοις, ὥστε καὶ ῥᾳδίαν εἶναι τὴν ἐφαρμογὴν τῷ βουλομένῳ προσαρμόττειν τοῖς Αἰγυπτίοις τὰ τῶν Ἑλλήνων. τὴν δὲ ἱερατικήν, ἥ ἐστι θεῶν θεραπεία, ἐντεῦθέν ποθεν ἀπὸ τῶν περικοσμίων αἰτιῶν ἄρχεσθαι καὶ περὶ ταῦτα πραγματεύεσθαι, ψυχῶν περὶ ἀθανασίας, ὅτι κατὰ τὰ αὐτὰ καὶ Αἰγυπτίοις φιλοσοφεῖται· τῶν τε ἐν ᾅδου μυρίων λήξεων παντοίων πρὸς ἀρετὴν καὶ κακίαν ἀφωρισμένων, ἔτι τῶν περὶ τὸν βίον μυρίων μεταβολῶν, ὡς ἄλλοτε ἐν ἄλλοις σώμασιν ἢ γένεσιν ζῴων καὶ φυτῶν διατριβουσῶν. Αἰγύπτιοι δὲ ταῦτά εἰσιν οἱ πρῶτοι φιλοσοφοῦντες· ἀπὸ γὰρ τῶν Αἰγυπτίων ἕκαστα τούτων οἱ Πυθαγόρειοι ἐξήνεγκαν εἰς τοὺς Ἕλληνας.
*(ieratikh\ kai\ filosofi/a ou)k a)po\ tw=n au)tw=n a)/rxontai a)rxw=n. a)ll' h( me\n filosofi/a a)po\ th=s mia=s tw=n pa/ntwn ai)ti/as ei)s th\n u(posta/qmhn tw=n o)/ntwn kaqh/kousa, dia\ me/swn tw=n o(/lwn genw=n, qei/wn te kai\ tw=n meta\ qeou\s kreitto/nwn kai\ e)n tri/tw|, fasi/, bh/mati fainome/nwn. e(\n ga\r ou)de/n e)sti tw=n kaqo/lou proeirhme/nwn toi=s e(kate/rwqi filoso/fois, w(/ste kai\ r(a|di/an ei)=nai th\n e)farmogh\n tw=| boulome/nw| prosarmo/ttein toi=s *ai)gupti/ois ta\ tw=n *(ellh/nwn. th\n de\ i(eratikh/n, h(/ e)sti qew=n qerapei/a, e)nteu=qe/n poqen a)po\ tw=n perikosmi/wn ai)tiw=n a)/rxesqai kai\ peri\ tau=ta pragmateu/esqai, yuxw=n peri\ a)qanasi/as, o(/ti kata\ ta\ au)ta\ kai\ *ai)gupti/ois filosofei=tai: tw=n te e)n a(/|dou muri/wn lh/cewn pantoi/wn pro\s a)reth\n kai\ kaki/an a)fwrisme/nwn, e)/ti tw=n peri\ to\n bi/on muri/wn metabolw=n, w(s a)/llote e)n a)/llois sw/masin h)\ ge/nesin zw/|wn kai\ futw=n diatribousw=n. *ai)gu/ptioi de\ tau=ta/ ei)sin oi( prw=toi filosofou=ntes: a)po\ ga\r tw=n *ai)gupti/wn e(/kasta tou/twn oi( *puqago/reioi e)ch/negkan ei)s tou\s *(/ellhnas.