Λεόντιος
Leontios, Leontius
Translated by Catharine Roth28 Nov 2004Vetting: high10 revisions
Leontios, Leontius
Translated by Catharine Roth28 Nov 2004Vetting: high10 revisions
Λεόντιος, Τριπόλεως τῆς Λυδίας ἐπίσκοπος, Μυσὸς τὸ γένος τῶν πρὸς τῷ Ἴστρῳ κατῳκημένων, οὓς ἀγχεμάχους Ὅμηρος καλεῖ. τὸν τοιοῦτον Λεόντιον προσεταιρίζεται ὁ κακόφρων Φιλοστόργιος ἐν τῇ βίβλῳ αὐτοῦ ὡς ὁμόφρονα τῆς Ἀρειανικῆς αὐτοῦ κακοφροσύνης. ὃς παῖδα ἕνα ἐσχηκώς, ἐπειδὴ μὴ χρηστὰς ἐλπίδας αὐτὸν ὑποφαίνοντα πρὸς ἀρετὴν εἶδεν, εὐξάμενος, ὥς φασιν, ἔτι μειράκιον ὄντα ἐποίησεν ἀποθανεῖν· κάλλιστον ἡγησάμενος τὸ πρὸ αἰσχροῦ τινος καταλύσασθαι τὸν βίον, τῶν σφαλερῶν κατὰ τὸν βίον ὀλίσθων ἔξω γενόμενον. κανόνα δὲ αὐτὸν ἐκάλουν τῆς ἐκκλησίας. ἦν δὲ ἐλεύθερος τὴν γνώμην ἐπίσης εἰς πάντας καὶ παρρησιαστικός. καί ποτε συνόδου γενομένης, Εὐσεβίας τῆς Κωνσταντίου γυναικὸς εἰς οἴδημα ἀρθείσης φρονήματος καὶ παρὰ τῶν ἐπισκόπων προσκυνουμένης, μόνος οὗτος παρὰ φαῦλον αὐτὴν τιθέμενος οἴκοι ἔμενεν. ἡ δὲ διὰ τοῦτο ὑποθερμανθεῖσα τοῖς θυμοῖς καὶ τὴν γνώμην φλεγμήνασα πέμπει πρὸς αὐτόν, αἰτιωμένη καὶ ὑποσχέσεσι κολακεύουσα, ὡς ἐκκλησίαν σοι μεγίστην ἐγερῶ καὶ χρήματα ἐπιδαψιλεύσομαι, εἰ ἀφίκοιο πρός με. ὁ δὲ ἀντεδήλωσε· τούτων μὲν εἴ τι βουληθείης τελέσασθαι, ὦ βασίλεια, οὐκ ἐμοὶ μᾶλλον ἢ τῇ σαυτοῦ ψυχῇ ἴσθι χαριουμένη. εἰ δὲ θελήσειας ὡς ἀφικέσθαι πρὸς σέ, ὡς τῆς ἐπισκόποις πρεπούσης αἰδοῦς φυλαχθησομένης, ἵν' εἰσέλθοιμι μὲν ἐγώ, σὺ δ' αὐτίκα τοῦ θρόνου τοῦ ὑψηλοῦ καταβᾶσα μετ' αἰδοῦς ὑπαντήσειας ἐμοὶ καὶ τὴν κεφαλὴν ὑπόσχοις ταῖς ἐμαῖς χερσίν, εὐλογιῶν ἀξιουμένη· κἄπειτα καθεσθείην μὲν αὖ ἐγώ, σὺ δ' ἀνεστήκοις αἰδουμένη, ὁπόταν δὲ κελεύσαιμι καθεδουμένη, ἥνικα δοίην τὸ σύνθημα. εἰ οὕτως αἱρήσῃ, ἀφικοίμην παρὰ σέ· εἰ δ' ἕτερον τρόπον, οὐχ οὕτω πολλὰ δώσεις, οὐδ' οὕτω μεγάλα δυνήσῃ, ὡς ἡμᾶς, τῆς προσηκούσης τιμῆς τοῖς ἐπισκόποις καθυφιεμένους, εἰς τὸν θεῖον ἐξυβρίσαι τῆς ἱερωσύνης θεσμόν. ταῦτα ὡς ἀπηγγέλθη, ἀναπίμπραται τὴν ψυχήν, οὐκ ἀνασχετὸν ποιουμένη πρὸς Λεοντίου τοιούτους δέξασθαι λόγους. καὶ πολλὰ διοιδήσασα καὶ παθηναμένη καὶ πολλὰ ἐκ γυναικείας ἀκροχόλου καὶ κούφης ἀπειλήσασα διανοίας καὶ τἀνδρὶ διηγησαμένη, πρὸς τιμωρίαν ἐξώρμα. ὁ δὲ μᾶλλον ἐπῄνεσε τὴν ἐλευθερίαν τῆς γνώμης καὶ τὴν γυναῖκα παρήνεγκε τῆς ὀργῆς καὶ ἀποπέμπει εἰς τὴν γυναικωνῖτιν. καί ποτε μεταξὺ προκαθημένου τοῦ βασιλέως Κωνσταντίου τῶν ἐπισκόπων καὶ ἄρχειν καὶ τῶν ἐκκλησιῶν ἐθέλοντος, οἱ μὲν πολλοὶ πᾶν ὅ τι φήσειεν ἐκρότουν καὶ ἐθαύμαζον, ἄριστα εἰρῆσθαι διοριζόμενοι· ὁ δὲ ἐσιώπα. ὡς δὲ ἤρετο αὐτὸν ὁ βασιλεύς, τί σιωπᾷ μόνος τῶν πάντων; θαυμάζω, ἔφη, ὅτι εἰς ἕτερα διέπειν ταχθεὶς ἑτέροις ἐπιχειρεῖς, στρατιωτικῶν μὲν καὶ πολιτικῶν πραγμάτων προεστηκώς, ἐπισκόποις δὲ περὶ τῶν εἰς μόνους ἐπισκόπους ἡκόντων διαταττόμενος. τὸν δὲ βασιλέα καταιδεσθέντα παύσασθαι τῆς ἐν τοῖς τοιούτοις ἤδη διακελεύσεως. τοιοῦτος ἦν ὁ Λεόντιος ἐλευθέριος.
*leo/ntios, *tripo/lews th=s *ludi/as e)pi/skopos, *muso\s to\ ge/nos tw=n pro\s tw=| *)/istrw| katw|khme/nwn, ou(\s a)gxema/xous *(/omhros kalei=. to\n toiou=ton *leo/ntion prosetairi/zetai o( kako/frwn *filosto/rgios e)n th=| bi/blw| au)tou= w(s o(mo/frona th=s *)areianikh=s au)tou= kakofrosu/nhs. o(\s pai=da e(/na e)sxhkw/s, e)peidh\ mh\ xrhsta\s e)lpi/das au)to\n u(pofai/nonta pro\s a)reth\n ei)=den, eu)ca/menos, w(/s fasin, e)/ti meira/kion o)/nta e)poi/hsen a)poqanei=n: ka/lliston h(ghsa/menos to\ pro\ ai)sxrou= tinos katalu/sasqai to\n bi/on, tw=n sfalerw=n kata\ to\n bi/on o)li/sqwn e)/cw geno/menon. kano/na de\ au)to\n e)ka/loun th=s e)kklhsi/as. h)=n de\ e)leu/qeros th\n gnw/mhn e)pi/shs ei)s pa/ntas kai\ parrhsiastiko/s. kai/ pote suno/dou genome/nhs, *eu)sebi/as th=s *kwnstanti/ou gunaiko\s ei)s oi)/dhma a)rqei/shs fronh/matos kai\ para\ tw=n e)pisko/pwn proskunoume/nhs, mo/nos ou(=tos para\ fau=lon au)th\n tiqe/menos oi)/koi e)/menen. h( de\ dia\ tou=to u(poqermanqei=sa toi=s qumoi=s kai\ th\n gnw/mhn flegmh/nasa pe/mpei pro\s au)to/n, ai)tiwme/nh kai\ u(posxe/sesi kolakeu/ousa, w(s e)kklhsi/an soi megi/sthn e)gerw= kai\ xrh/mata e)pidayileu/somai, ei) a)fi/koio pro/s me. o( de\ a)ntedh/lwse: tou/twn me\n ei)/ ti boulhqei/hs tele/sasqai, w)= basi/leia, ou)k e)moi\ ma=llon h)\ th=| sautou= yuxh=| i)/sqi xarioume/nh. ei) de\ qelh/seias w(s a)fike/sqai pro\s se/, w(s th=s e)pisko/pois prepou/shs ai)dou=s fulaxqhsome/nhs, i(/n' ei)se/lqoimi me\n e)gw/, su\ d' au)ti/ka tou= qro/nou tou= u(yhlou= kataba=sa met' ai)dou=s u(panth/seias e)moi\ kai\ th\n kefalh\n u(po/sxois tai=s e)mai=s xersi/n, eu)logiw=n a)cioume/nh: ka)/peita kaqesqei/hn me\n au)= e)gw/, su\ d' a)nesth/kois ai)doume/nh, o(po/tan de\ keleu/saimi kaqedoume/nh, h(/nika doi/hn to\ su/nqhma. ei) ou(/tws ai(rh/sh|, a)fikoi/mhn para\ se/: ei) d' e(/teron tro/pon, ou)x ou(/tw polla\ dw/seis, ou)d' ou(/tw mega/la dunh/sh|, w(s h(ma=s, th=s proshkou/shs timh=s toi=s e)pisko/pois kaqufieme/nous, ei)s to\n qei=on e)cubri/sai th=s i(erwsu/nhs qesmo/n. tau=ta w(s a)phgge/lqh, a)napi/mpratai th\n yuxh/n, ou)k a)nasxeto\n poioume/nh pro\s *leonti/ou toiou/tous de/casqai lo/gous. kai\ polla\ dioidh/sasa kai\ paqhname/nh kai\ polla\ e)k gunaikei/as a)kroxo/lou kai\ kou/fhs a)peilh/sasa dianoi/as kai\ ta)ndri\ dihghsame/nh, pro\s timwri/an e)cw/rma. o( de\ ma=llon e)ph/|nese th\n e)leuqeri/an th=s gnw/mhs kai\ th\n gunai=ka parh/negke th=s o)rgh=s kai\ a)pope/mpei ei)s th\n gunaikwni=tin. kai/ pote metacu\ prokaqhme/nou tou= basile/ws *kwnstanti/ou tw=n e)pisko/pwn kai\ a)/rxein kai\ tw=n e)kklhsiw=n e)qe/lontos, oi( me\n polloi\ pa=n o(/ ti fh/seien e)kro/toun kai\ e)qau/mazon, a)/rista ei)rh=sqai diorizo/menoi: o( de\ e)siw/pa. w(s de\ h)/reto au)to\n o( basileu/s, ti/ siwpa=| mo/nos tw=n pa/ntwn; qauma/zw, e)/fh, o(/ti ei)s e(/tera die/pein taxqei\s e(te/rois e)pixeirei=s, stratiwtikw=n me\n kai\ politikw=n pragma/twn proesthkw/s, e)pisko/pois de\ peri\ tw=n ei)s mo/nous e)pisko/pous h(ko/ntwn diatatto/menos. to\n de\ basile/a kataidesqe/nta pau/sasqai th=s e)n toi=s toiou/tois h)/dh diakeleu/sews. toiou=tos h)=n o( *leo/ntios e)leuqe/rios.