Ἄρκτος ἢ Βραυρωνίοις
I was a bear at the Brauronia
Translated by Jennifer Benedict16 Mar 2000Vetting: high8 revisions
I was a bear at the Brauronia
Translated by Jennifer Benedict16 Mar 2000Vetting: high8 revisions
Ἄρκτος ἢ Βραυρωνίοις· ἀρκτευόμεναι γυναῖκες τῇ Ἀρτέμιδι ἑορτὴν ἐτέλουν, κροκωτὸν ἠμφιεσμέναι, οὔτε πρεσβύτιδες ιʹ ἐτῶν, οὔτε ἐλάττους εʹ, ἀπομειλισσόμεναι τὴν θεόν· ἐπειδὴ ἄρκτος ἀγρία ἐπιφοιτῶσα διέτριβεν ἐν τῷ δήμῳ Φλαυιδῶν· καὶ ἡμερωθεῖσαν αὐτὴν τοῖς ἀνθρώποις σύντροφον γενέσθαι. παρθένον δέ τινα προσπαίζειν αὐτῇ καὶ ἀσελγαινούσης τῆς παιδίσκης παροξυνθῆναι τὴν ἄρκτον καὶ καταξέσαι τῆς παρθένου· ἐφ' ᾧ ὀργισθέντας τοὺς ἀδελφοὺς αὐτῆς κατακοντίσαι τὴν ἄρκτον, καὶ διὰ τοῦτο λοιμώδη νόσον τοῖς Ἀθηναίοις ἐμπεσεῖν. χρηστηριαζομένοις δὲ τοῖς Ἀθηναίοις εἶπε λύσιν τῶν κακῶν ἔσεσθαι, εἰ τῆς τελευτησάσης ἄρκτου ποινὰς ἀρκτεύειν τὰς ἑαυτῶν παρθένους ἀναγκάσουσι. καὶ ἐψηφίσαντο οἱ Ἀθηναῖοι μὴ πρότερον συνοικίζεσθαι ἀνδρὶ παρθένον, εἰ μὴ ἀρκτεύσειε τῇ θεῷ.
*)/arktos h)\ *braurwni/ois: a)rkteuo/menai gunai=kes th=| *)arte/midi e(orth\n e)te/loun, krokwto\n h)mfiesme/nai, ou)/te presbu/tides i# e)tw=n, ou)/te e)la/ttous e#, a)pomeilisso/menai th\n qeo/n: e)peidh\ a)/rktos a)gri/a e)pifoitw=sa die/triben e)n tw=| dh/mw| *flauidw=n: kai\ h(merwqei=san au)th\n toi=s a)nqrw/pois su/ntrofon gene/sqai. parqe/non de/ tina prospai/zein au)th=| kai\ a)selgainou/shs th=s paidi/skhs parocunqh=nai th\n a)/rkton kai\ katace/sai th=s parqe/nou: e)f' w(=| o)rgisqe/ntas tou\s a)delfou\s au)th=s katakonti/sai th\n a)/rkton, kai\ dia\ tou=to loimw/dh no/son toi=s *)aqhnai/ois e)mpesei=n. xrhsthriazome/nois de\ toi=s *)aqhnai/ois ei)=pe lu/sin tw=n kakw=n e)/sesqai, ei) th=s teleuthsa/shs a)/rktou poina\s a)rkteu/ein ta\s e(autw=n parqe/nous a)nagka/sousi. kai\ e)yhfi/santo oi( *)aqhnai=oi mh\ pro/teron sunoiki/zesqai a)ndri\ parqe/non, ei) mh\ a)rkteu/seie th=| qew=|.