Ἀρχίας
Archias
Translated by John Henkel1 May 2002Vetting: high8 revisions
Archias
Translated by John Henkel1 May 2002Vetting: high8 revisions
Ἀρχίας, Συρακούσιος καὶ Μύσκελλος Ἀχαιὸς ἧκον ἐς Δελφοὺς ἐν τῷ αὐτῷ τοῦ χρόνου καὶ ᾔτουν ἄρα ὑπὲρ ὧν ἔμελλον οἰκίζειν πόλεων φήμην ἀγαθὴν λαβεῖν, τὸν ἐπινησθέντα αὐτοῖς τε καὶ ταῖς πόλεσιν αὐτῶν βίον. λέγει δὲ ἡ Πυθία· χώρας καὶ πόλεως οἰκήτορα λαὸν ἔχοντες ἤλθετ' ἐρησόμενοι Φοῖβον, τίνα γαῖαν ἵκησθε· ἀλλ' ἄγε δὴ φράζεσθ' ἀγαθῶν πότερόν κεν ἕλοισθε, πλοῦτον ἔχειν κτεάνων ἢ τερπνοτάτην ὑγίειαν. ἐπεὶ τοίνυν ταῦτα ἠκουσάτην, Ἀρχίας ὢν φιλοχρήματος πλούτου περιβολὴν αἱρεῖται, οὐδὲ ἐψεύσθη τῆς ἐλπίδος· παμπλούσιος γοῦν Συράκουσα ἡ πόλις κατὰ τὴν φήμην τὴν Πυθιάδα ἐγένετο. Μύσκελλος δὲ αἱρεῖται αὐτός τε ὑγιαίνειν καὶ ἡ πόλις· καὶ ἀπώνητο ὧν ᾔτησε. δεῖγμα γοὖν τῆς ἐν Κρότωνι ὑγιείας ῥωμαλέοι τέ εἰσιν οἱ οἰκήτορες, καὶ ἀθλητῶν ἡ πόλις πολλῶν καὶ ἀγαθῶν μήτηρ ἐγένετο. πλοῦτος ἄρα καὶ ὑγίεια δῶρα ἄμφω ἐστόν· αἵρεσις δὲ ἐρρωμένη καὶ διάνοια ὑγιαίνουσα αἱρεῖται τὰ βελτίω, καὶ ἀπέφηναν καὶ οὗτοι, ὁ μὲν συνετώτερος ὢν, ὁ δὲ οὐ πάντῃ ἐλευθέριος. τῶν γὰρ οὖν ἀγαθῶν τῶν ἀνθρωπικῶν τὸ μὲν πρεσβύτερον, τὸ δὲ δεύτερον, ὡς καὶ Πλάτων φησὶ καὶ τὸ σκολιὸν ᾄδει.
*)arxi/as, *surakou/sios kai\ *mu/skellos *)axaio\s h(=kon e)s *delfou\s e)n tw=| au)tw=| tou= xro/nou kai\ h)/|toun a)/ra u(pe\r w(=n e)/mellon oi)ki/zein po/lewn fh/mhn a)gaqh\n labei=n, to\n e)pinhsqe/nta au)toi=s te kai\ tai=s po/lesin au)tw=n bi/on. le/gei de\ h( *puqi/a: xw/ras kai\ po/lews oi)kh/tora lao\n e)/xontes h)/lqet' e)rhso/menoi *foi=bon, ti/na gai=an i(/khsqe: a)ll' a)/ge dh\ fra/zesq' a)gaqw=n po/tero/n ken e(/loisqe, plou=ton e)/xein ktea/nwn h)\ terpnota/thn u(gi/eian. e)pei\ toi/nun tau=ta h)kousa/thn, *)arxi/as w)\n filoxrh/matos plou/tou peribolh\n ai(rei=tai, ou)de\ e)yeu/sqh th=s e)lpi/dos: pamplou/sios gou=n *sura/kousa h( po/lis kata\ th\n fh/mhn th\n *puqia/da e)ge/neto. *mu/skellos de\ ai(rei=tai au)to/s te u(giai/nein kai\ h( po/lis: kai\ a)pw/nhto w(=n h)/|thse. dei=gma gou)=n th=s e)n *kro/twni u(giei/as r(wmale/oi te/ ei)sin oi( oi)kh/tores, kai\ a)qlhtw=n h( po/lis pollw=n kai\ a)gaqw=n mh/thr e)ge/neto. plou=tos a)/ra kai\ u(gi/eia dw=ra a)/mfw e)sto/n: ai(/resis de\ e)rrwme/nh kai\ dia/noia u(giai/nousa ai(rei=tai ta\ belti/w, kai\ a)pe/fhnan kai\ ou(=toi, o( me\n sunetw/teros w)\n, o( de\ ou) pa/nth| e)leuqe/rios. tw=n ga\r ou)=n a)gaqw=n tw=n a)nqrwpikw=n to\ me\n presbu/teron, to\ de\ deu/teron, w(s kai\ *pla/twn fhsi\ kai\ to\ skolio\n a)/|dei.