Βεκεσέληνε
bekeselene
Translated by Catharine Roth21 Jul 2000Vetting: high9 revisions
bekeselene
Translated by Catharine Roth21 Jul 2000Vetting: high9 revisions
Βεκεσέληνε· ἀρχαῖε, τουτέστιν ἀνοητότατε. παρῆκται δὲ ἀπὸ τοῦ προσέληνε. τοὺς γὰρ Ἀρκάδας ἀρχαιοτάτους καὶ πρὸ τῆς σελήνης φάσκοντας γεγονέναι προσελήνους ἐκάλουν. βεκεσέληνε οὖν ὡς προσέληνε. ἔχεται δὲ καὶ αὐτὸ καθ' αὑτὸ τὸ βεκεσέληνε ἱστορίας τοιαύτης. Ψαμμήτιχος Αἰγυπτίων βασιλεύσας ἠθέλησε γνῶναι, τίνες πάντων ἀνθρώπων πρεσβύτεροι καὶ πρῶτοι γένοιντο. ὡς δὲ πάνυ πολυπραγμονῶν οὐχ οἷός τε ἦν ἀνευρεῖν τὸ ἀκριβὲς διὰ τὸ πολλοὺς περὶ τούτου φιλονεικεῖν, μηχανᾶταί τι τοιοῦτο. λαβὼν ἀρτίτοκα δύο παιδία εἰς οἴκημα κατέκλεισεν ἀνακεχωρηκὸς παντάπασι. καὶ οἱ μὲν λέγουσιν, ὡς αἶγας ὑπέπεμπεν αὐτοῖς, ἃς θηλάζοντα ἐτρέφετο τὰ παιδία· οἱ δὲ, ὡς τροφοὺς παρέστησε τὰς γλώσσας αὐτῶν ἐκτεμὼν ὥστε τῆς φωνῆς αὐτῶν μὴ ἀκούειν τὰ παιδία. ταῦτα δὲ ὁ Ψαμμήτιχος ἐποίει βουλόμενος εἰδέναι, τίνα ποτὲ τὰ παιδία πρώτην προήσουσι φωνὴν, ἀπαλλαγέντα τῶν ἀσήμων κνυζημάτων. ὡς οὖν τριετὴς αὐτοῖς διεγεγόνει χρόνος· τῆς τοιαύτης τροφῆς, εἰσέπεμψεν εἰς τὸν οἶκόν τινα τῶν φιλτάτων ἐντειλάμενος σιωπῇ παρελθεῖν. τοῦ δὲ ἀνεῴξαντος τὰς θύρας, ὀρέγοντα τὰς χεῖρας τὰ παιδία βέκος ἐκάλουν. Φρύγας δὲ τὸν ἄρτον οὕτως καλεῖν. καὶ οὕτω μὲν Ψαμμήτιχον εὑρεῖν τε καὶ πιστεῦσαι γεγονέναι πρώτους Φρύγας. εἰ δὲ ὁ πρῶτος λόγος ἀληθὴς, ὅτι ἐξέθρεψαν τὰ παιδία αἱ αἶγες καὶ οὐ γυνὴ, θαυμαστὸν οὐδὲν, κατακούοντα τῆς αἰγὸς μιμήσασθαι τὴν ἐκείνης φωνὴν, συμπεσεῖν δὲ καὶ παρὰ Φρυξὶ τὸ τοιοῦτον ῥῆμα. οὕτως οὖν καὶ τὸ βεκεσέληνε τὸ ἀρχαῖον δηλοῖ, συγκειμένης τῆς λέξεως ἐκ τοῦ βέκους, διὰ τὴν εἰρημένην ἱστορίαν· καὶ τοῦ προσέληνε, διὰ τὸ τοὺς Ἀρκάδας προσελήνους καλεῖσθαι.
*bekese/lhne: a)rxai=e, toute/stin a)nohto/tate. parh=ktai de\ a)po\ tou= prose/lhne. tou\s ga\r *)arka/das a)rxaiota/tous kai\ pro\ th=s selh/nhs fa/skontas gegone/nai proselh/nous e)ka/loun. bekese/lhne ou)=n w(s prose/lhne. e)/xetai de\ kai\ au)to\ kaq' au(to\ to\ bekese/lhne i(stori/as toiau/ths. *yammh/tixos *ai)gupti/wn basileu/sas h)qe/lhse gnw=nai, ti/nes pa/ntwn a)nqrw/pwn presbu/teroi kai\ prw=toi ge/nointo. w(s de\ pa/nu polupragmonw=n ou)x oi(=o/s te h)=n a)neurei=n to\ a)kribe\s dia\ to\ pollou\s peri\ tou/tou filoneikei=n, mhxana=tai/ ti toiou=to. labw\n a)rti/toka du/o paidi/a ei)s oi)/khma kate/kleisen a)nakexwrhko\s panta/pasi. kai\ oi( me\n le/gousin, w(s ai)=gas u(pe/pempen au)toi=s, a(\s qhla/zonta e)tre/feto ta\ paidi/a: oi( de\, w(s trofou\s pare/sthse ta\s glw/ssas au)tw=n e)ktemw\n w(/ste th=s fwnh=s au)tw=n mh\ a)kou/ein ta\ paidi/a. tau=ta de\ o( *yammh/tixos e)poi/ei boulo/menos ei)de/nai, ti/na pote\ ta\ paidi/a prw/thn proh/sousi fwnh\n, a)pallage/nta tw=n a)sh/mwn knuzhma/twn. w(s ou)=n trieth\s au)toi=s diegego/nei xro/nos: th=s toiau/ths trofh=s, ei)se/pemyen ei)s to\n oi)=ko/n tina tw=n filta/twn e)nteila/menos siwph=| parelqei=n. tou= de\ a)new/|cantos ta\s qu/ras, o)re/gonta ta\s xei=ras ta\ paidi/a be/kos e)ka/loun. *fru/gas de\ to\n a)/rton ou(/tws kalei=n. kai\ ou(/tw me\n *yammh/tixon eu(rei=n te kai\ pisteu=sai gegone/nai prw/tous *fru/gas. ei) de\ o( prw=tos lo/gos a)lhqh\s, o(/ti e)ce/qreyan ta\ paidi/a ai( ai)=ges kai\ ou) gunh\, qaumasto\n ou)de\n, katakou/onta th=s ai)go\s mimh/sasqai th\n e)kei/nhs fwnh\n, sumpesei=n de\ kai\ para\ *fruci\ to\ toiou=ton r(h=ma. ou(/tws ou)=n kai\ to\ bekese/lhne to\ a)rxai=on dhloi=, sugkeime/nhs th=s le/cews e)k tou= be/kous, dia\ th\n ei)rhme/nhn i(stori/an: kai\ tou= prose/lhne, dia\ to\ tou\s *)arka/das proselh/nous kalei=sqai.