Δύναμις
capability, capacity, ability, potentiality, power
Translated by Oliver Phillips â11 Feb 2002Vetting: high21 revisions
capability, capacity, ability, potentiality, power
Translated by Oliver Phillips â11 Feb 2002Vetting: high21 revisions
Δύναμις· εἴ τις τῶν φευκτῶν τινος τὴν δύναμιν ἀποδοίη· οἷον ἄν τις τὸν κλέπτην ἢ σοφιστὴν ἢ διάβολον ὁριζόμενος λέγῃ τὸν μὲν διάβολον τὸν δυνάμενον βάλλειν καὶ ἐχθροὺς ποιεῖν τοὺς φίλους, τὸν δὲ κλέπτην τὸν δυνάμενον λάθρᾳ τὰ ἀλλότρια ἀφαιρεῖσθαι, τὸν δὲ σοφιστὴν τὸν δυνάμενον ἀπὸ φαινομένης σοφίας χρηματίζεσθαι. οὐδεὶς γὰρ τούτων τοιοῦτός ἐστι τῷ δύνασθαι, ἀλλὰ τῷ προαιρεῖσθαι τοιαῦτα. δύναμιν μὲν γὰρ καὶ οἱ ἀγαθοὶ ἔχουσι τοῦ τὰ φαῦλα δρᾶν, ἀλλ' οὐ δρῶσιν αὐτὰ τῷ μὴ προαιρεῖσθαι. ἔστι δὲ δύναμις ὀργανικὸν ἀγαθὸν δι' ἄλλο αἱρετόν. δυνάμει, ἢ ἐνεργείᾳ ἢ ἐντελεχείᾳ. ἀντὶ μὲν τοῦ σώματος ἐχρήσατο Ἀριστοτέλης τῇ δυνάμει, ἀντὶ δὲ τοῦ ἀσωμάτου τῷ ἐντελεχείᾳ, περὶ ψυχῆς τὸν λόγον διαιρῶν. καὶ γὰρ τῶν σωμάτων τὰ μὲν ἐν γενέσει καὶ φθορᾷ δυνάμει ἐστὶ καὶ κατ' οὐσίαν καὶ κατὰ ποιότητα καὶ ποσότητα καὶ τὴν ἐκ τόπου εἰς τόπον μεταβολήν. δυνάμει γάρ ἐσμεν ἄνθρωποι ἐν τῷ σπέρματι καὶ ἐν τῷ καταμηνίῳ, καὶ δυνάμει παῖδες ὄντες ἔχομεν τὸ τοῦ ἀνδρὸς μέγεθος· ὁμοίως καὶ ἐπὶ τοῦ ποιοῦ, δυνάμει ψυχροὶ θερμοὶ ὄντες καὶ δυνάμει κινούμεθα καθήμενοι. τὰ δὲ οὐράνια ἐν τῇ κατὰ τόπον μεταβολῇ μόνον ἔχουσι τὸ δυνάμει· ἀνατέλλων γὰρ ὁ ἥλιος δυνάμει μεσουρανεῖ, καὶ μεσουρανῶν δυνάμει δύνει. καὶ ἐπὶ τῆς ἄλλης αὐτοῦ κινήσεως καὶ τῶν ἄλλων ἀστέρων ἐν τῇ κατὰ τόπον μεταβολῇ τὸ δυνάμει ἐστὶ θεωρεῖν. ὅτι αἱ δυνάμεις τῷ χρόνῳ μὲν τῶν ἐνεργειῶν πρότεραι, τῷ λόγῳ δὲ δεύτεραι· πρότεραι μὲν γὰρ τῇ διδασκαλίᾳ καὶ σαφέστεραι ἡμῖν εἰσιν εἰς γνῶσιν αἱ ἐνέργειαι τῶν δυνάμεων τῇ τελειότητι· τελειότης γὰρ τοῦ δυνάμει ἡ ἐνέργεια· ταύτης γὰρ ἕνεκα ἡ δύναμις, τὸ δὲ οὗ ἕνεκα πρότερον τοῦ οὗ ἕνεκά του. καὶ παντὸς δὲ τὸ μὲν τέλος τῷ χρόνῳ ὕστερον, τῷ δὲ λόγῳ πρότερον· προτιθέμενοι γὰρ τῷ λόγῳ τὸ τέλος, οὕτω τὰ πρὸς αὐτὸ ζητοῦμεν καὶ παρασκευαζόμεθα. δυνάμεις γεωμετρικαὶ εʹ· Πισίδης· τὰς πέντε δυνάμεις Ἀρχιμήδους εἰς μίαν συνάψας ὅλην, εἰς τὸ κινῆσαι μόλις τῶν δυστραχήλων ἐξ ὀχῶν τὰ φορτία. ὅτι Φίλων ἔφη δύο δυνάμεις εἰς πᾶσαν ψυχὴν συνέρχεσθαι, σωτήριόν τε καὶ φθοροποιόν. οὐδ' ὄναρ οὗτος τῆς σωτηρίου ἐπῄσθετο, ἀλλ' ὅλος ἄκρατος ἐκ τῆς φθοροποιοῦ ὑπέστη.
*du/namis: ei)/ tis tw=n feuktw=n tinos th\n du/namin a)podoi/h: oi(=on a)/n tis to\n kle/pthn h)\ sofisth\n h)\ dia/bolon o(rizo/menos le/gh| to\n me\n dia/bolon to\n duna/menon ba/llein kai\ e)xqrou\s poiei=n tou\s fi/lous, to\n de\ kle/pthn to\n duna/menon la/qra| ta\ a)llo/tria a)fairei=sqai, to\n de\ sofisth\n to\n duna/menon a)po\ fainome/nhs sofi/as xrhmati/zesqai. ou)dei\s ga\r tou/twn toiou=to/s e)sti tw=| du/nasqai, a)lla\ tw=| proairei=sqai toiau=ta. du/namin me\n ga\r kai\ oi( a)gaqoi\ e)/xousi tou= ta\ fau=la dra=n, a)ll' ou) drw=sin au)ta\ tw=| mh\ proairei=sqai. e)/sti de\ du/namis o)rganiko\n a)gaqo\n di' a)/llo ai(reto/n. duna/mei, h)\ e)nergei/a| h)\ e)ntelexei/a|. a)nti\ me\n tou= sw/matos e)xrh/sato *)aristote/lhs th=| duna/mei, a)nti\ de\ tou= a)swma/tou tw=| e)ntelexei/a|, peri\ yuxh=s to\n lo/gon diairw=n. kai\ ga\r tw=n swma/twn ta\ me\n e)n gene/sei kai\ fqora=| duna/mei e)sti\ kai\ kat' ou)si/an kai\ kata\ poio/thta kai\ poso/thta kai\ th\n e)k to/pou ei)s to/pon metabolh/n. duna/mei ga/r e)smen a)/nqrwpoi e)n tw=| spe/rmati kai\ e)n tw=| katamhni/w|, kai\ duna/mei pai=des o)/ntes e)/xomen to\ tou= a)ndro\s me/geqos: o(moi/ws kai\ e)pi\ tou= poiou=, duna/mei yuxroi\ qermoi\ o)/ntes kai\ duna/mei kinou/meqa kaqh/menoi. ta\ de\ ou)ra/nia e)n th=| kata\ to/pon metabolh=| mo/non e)/xousi to\ duna/mei: a)nate/llwn ga\r o( h(/lios duna/mei mesouranei=, kai\ mesouranw=n duna/mei du/nei. kai\ e)pi\ th=s a)/llhs au)tou= kinh/sews kai\ tw=n a)/llwn a)ste/rwn e)n th=| kata\ to/pon metabolh=| to\ duna/mei e)sti\ qewrei=n. o(/ti ai( duna/meis tw=| xro/nw| me\n tw=n e)nergeiw=n pro/terai, tw=| lo/gw| de\ deu/terai: pro/terai me\n ga\r th=| didaskali/a| kai\ safe/sterai h(mi=n ei)sin ei)s gnw=sin ai( e)ne/rgeiai tw=n duna/mewn th=| teleio/thti: teleio/ths ga\r tou= duna/mei h( e)ne/rgeia: tau/ths ga\r e(/neka h( du/namis, to\ de\ ou(= e(/neka pro/teron tou= ou(= e(/neka/ tou. kai\ panto\s de\ to\ me\n te/los tw=| xro/nw| u(/steron, tw=| de\ lo/gw| pro/teron: protiqe/menoi ga\r tw=| lo/gw| to\ te/los, ou(/tw ta\ pro\s au)to\ zhtou=men kai\ paraskeuazo/meqa. duna/meis gewmetrikai\ e#: *pisi/dhs: ta\s pe/nte duna/meis *)arximh/dous ei)s mi/an suna/yas o(/lhn, ei)s to\ kinh=sai mo/lis tw=n dustraxh/lwn e)c o)xw=n ta\ forti/a. o(/ti *fi/lwn e)/fh du/o duna/meis ei)s pa=san yuxh\n sune/rxesqai, swth/rio/n te kai\ fqoropoio/n. ou)d' o)/nar ou(=tos th=s swthri/ou e)ph/|sqeto, a)ll' o(/los a)/kratos e)k th=s fqoropoiou= u(pe/sth.