Δημόκριτος
Democritus, Demokritos
Translated by Carl Widstrand9 Jan 2000Vetting: high7 revisions
Democritus, Demokritos
Translated by Carl Widstrand9 Jan 2000Vetting: high7 revisions
Δημόκριτος· ὅτι Δημόκριτος ὁ Ἀβδηρίτης οὐκ ἦλθεν εἰς Ἀθήνας, ἀλλὰ τοσαύτης πόλεως ὑπερεφρόνησεν, οὐκ ἐκ τοῦ τόπου δόξαν λαβεῖν βουλόμενος, ἀλλὰ τῷ τόπῳ δόξαν περιθεῖναι προελόμενος. ὅτι ἐλθόντα Ἱπποκράτην πρὸς Δημόκριτον κελεῦσαι κομισθῆναι γάλα καὶ θεασάμενον τὸ γάλα εἰπεῖν αἰγὸς εἶναι πρωτοτόκου καὶ μελαίνης· καὶ τὴν ἀκρίβειαν αὐτοῦ θαυμάσαι τὸν Ἱπποκράτην. ἀλλὰ καὶ τὴν κόρην τὴν μετὰ Ἱπποκράτους πρὸς αὐτὸν ἐλθοῦσαν τῇ μὲν πρώτῃ ἡμέρᾳ ἀσπάσασθαι οὕτω· χαῖρε κόρη· τῇ δὲ ἐχομένῃ, χαῖρε γύναι. καὶ ἦν ἡ κόρη τῆς νυκτὸς διεφθαρμένη. ἤδη δὲ ὑπέργηρων ὄντα πρὸς τῷ καταστρέφειν εἶναι· τὴν οὖν ἀδελφὴν λυπεῖσθαι, ὅτι ἐν τῇ τῶν Θεσμοφόρων ἑορτῇ μέλλοι τεθνήξεσθαι καὶ τῇ θεῷ τὸ καθῆκον αὐτὴν οὐ ποιήσειν· τὸν δὲ θαρρεῖν εἰπεῖν καὶ κελεῦσαι αὐτῷ προσφέρειν ἄρτους θερμοὺς ὁσημέραι· τούτους δὴ ταῖς ῥισὶ προσφέρων διεκράτησεν ἑαυτὸν τὴν ἑορτήν. ἐπειδὴ δὲ παρῆλθον αἱ ἡμέραι, τρεῖς δὲ ἦσαν, ἀλυπότατα τὸν βίον προήκατο.
*dhmo/kritos: o(/ti *dhmo/kritos o( *)abdhri/ths ou)k h)=lqen ei)s *)aqh/nas, a)lla\ tosau/ths po/lews u(perefro/nhsen, ou)k e)k tou= to/pou do/can labei=n boulo/menos, a)lla\ tw=| to/pw| do/can periqei=nai proelo/menos. o(/ti e)lqo/nta *(ippokra/thn pro\s *dhmo/kriton keleu=sai komisqh=nai ga/la kai\ qeasa/menon to\ ga/la ei)pei=n ai)go\s ei)=nai prwtoto/kou kai\ melai/nhs: kai\ th\n a)kri/beian au)tou= qauma/sai to\n *(ippokra/thn. a)lla\ kai\ th\n ko/rhn th\n meta\ *(ippokra/tous pro\s au)to\n e)lqou=san th=| me\n prw/th| h(me/ra| a)spa/sasqai ou(/tw: xai=re ko/rh: th=| de\ e)xome/nh|, xai=re gu/nai. kai\ h)=n h( ko/rh th=s nukto\s diefqarme/nh. h)/dh de\ u(pe/rghrwn o)/nta pro\s tw=| katastre/fein ei)=nai: th\n ou)=n a)delfh\n lupei=sqai, o(/ti e)n th=| tw=n *qesmofo/rwn e(orth=| me/lloi teqnh/cesqai kai\ th=| qew=| to\ kaqh=kon au)th\n ou) poih/sein: to\n de\ qarrei=n ei)pei=n kai\ keleu=sai au)tw=| prosfe/rein a)/rtous qermou\s o(shme/rai: tou/tous dh\ tai=s r(isi\ prosfe/rwn diekra/thsen e(auto\n th\n e(orth/n. e)peidh\ de\ parh=lqon ai( h(me/rai, trei=s de\ h)=san, a)lupo/tata to\n bi/on proh/kato.