Διαθήκην διαθώμεθα ἣν διέθετο πίθηκος τῇ γυναικί
let us arrange the arrangement that the ape arranged with his wife
Translated by William Hutton1 Oct 2003Vetting: high4 revisions
let us arrange the arrangement that the ape arranged with his wife
Translated by William Hutton1 Oct 2003Vetting: high4 revisions
Διαθήκην διαθώμεθα, ἣν διέθετο πίθηκος τῇ γυναικί· ἀντὶ τοῦ συνθήκην. αἰσχρὸς γάρ τις τὴν ὄψιν συνεχῶς τῇ γυναικὶ διαπληκτιζόμενος διέθετο ἐπὶ φίλων, μήτε τύπτειν μήτε τύπτεσθαι μήτε δάκνειν, ὡς αὐτὸν φιλοῦντα, μήτε δάκνεσθαι. οἷον, σὺ μὲν οὐχ ἑλκύσεις τῶν ὀρχιπέδων, οὐδὲ ἐγὼ τῶν τριχῶν. ἔοικε δὲ τὸν Παναίτιον κωμῳδεῖν· ὡς καὶ ἐν Νήσοις· καταλιπὼν ἀναίτιον πίθηκον. ἔνθα καὶ μαγείρου πατρὸς εἶναι λέγει αὐτόν. πίθηκον μὲν διὰ τὸ πανοῦργον, μαχαιροποιὸν δὲ τὸν μαχαίραις ἐργαζόμενον, ὡς μάγειρον. αὐτόθεν οὖν φησιν αὐτὸν μαχαιροποιόν. ὁ γὰρ Παναίτιος μάγειρος μικροφυὴς ἦν. διαβάλλει δὲ αὐτὸν Ἀριστοφάνης ὡς καταλαβόντα τὴν γυναῖκα αὐτοῦ μοιχευομένην· ἐδυναστεύετο γὰρ ὑπ' αὐτῆς μεγάλης οὔσης.
*diaqh/khn diaqw/meqa, h(\n die/qeto pi/qhkos th=| gunaiki/: a)nti\ tou= sunqh/khn. ai)sxro\s ga/r tis th\n o)/yin sunexw=s th=| gunaiki\ diaplhktizo/menos die/qeto e)pi\ fi/lwn, mh/te tu/ptein mh/te tu/ptesqai mh/te da/knein, w(s au)to\n filou=nta, mh/te da/knesqai. oi(=on, su\ me\n ou)x e(lku/seis tw=n o)rxipe/dwn, ou)de\ e)gw\ tw=n trixw=n. e)/oike de\ to\n *panai/tion kwmw|dei=n: w(s kai\ e)n *nh/sois: katalipw\n a)nai/tion pi/qhkon. e)/nqa kai\ magei/rou patro\s ei)=nai le/gei au)to/n. pi/qhkon me\n dia\ to\ panou=rgon, maxairopoio\n de\ to\n maxai/rais e)rgazo/menon, w(s ma/geiron. au)to/qen ou)=n fhsin au)to\n maxairopoio/n. o( ga\r *panai/tios ma/geiros mikrofuh\s h)=n. diaba/llei de\ au)to\n *)aristofa/nhs w(s katalabo/nta th\n gunai=ka au)tou= moixeuome/nhn: e)dunasteu/eto ga\r u(p' au)th=s mega/lhs ou)/shs.