Ἔσχατος Μυσῶν πλεῖν
to sail last of the Mysians
Translated by William Hutton3 Feb 2008Vetting: high5 revisions
to sail last of the Mysians
Translated by William Hutton3 Feb 2008Vetting: high5 revisions
Ἔσχατος Μυσῶν πλεῖν· Ἕλλησι λοιμῷ κρατουμένοις ὁ θεὸς ἔχρησεν, ἐπὶ τὸν ἔσχατον Μυσῶν πλεῖν. οἱ δὲ τὸ μὲν πρῶτον ἠπόρουν· αὖθις δὲ τὴν Αἰολίδα παρὰ τοῖς ἐσχάτοις τῆς Μυσίας εὗρον. ἔνιοι τὴν παροιμίαν τοῦ χρησμοῦ λέγουσι Τηλέφῳ μαντευομένῳ γεγονέναι περὶ γονέων, ἐπὶ τίνας τόπους ἐλθὼν εὕροι τοὺς γονεῖς, τὸν δὲ θεὸν προστάξαι, πλεῖν ἐπὶ τὸν ἔσχατον Μυσῶν. ἀφικόμενον δ' εἰς Τευθρανίαν, νέμεσθαι γὰρ ταῦτα τὰ χωρία Μυσούς, ἐπιτυχεῖν τῇ μητρὶ αὑτοῦ. τάττεται δὲ ἡ παροιμία ἐπὶ τῶν δυσχερῆ ἐπιτασσομένων. Ἔσχατος δὲ παρὰ τὴν σχέσιν καὶ κώλυσιν, ὁ τελευταῖος. καὶ ὕστατος, καὶ ὅτι ὑπ' αὐτόν ἐστιν ἡ στάσις, καὶ οὐκέτι προβῆναι δύναται, ἀλλ' ὕστερος εἱστήκει, τοῦ πρώτου μὴ ἐῶντος. καὶ τὸ πύμα- τος, ἀπὸ τοῦ πεπαῦσθαι, καὶ τέρμιον, τὸ ἔσχατον, ἀπὸ τοῦ τέρματος, ὅ ἐστι τέλους.
*)/esxatos *musw=n plei=n: *(/ellhsi loimw=| kratoume/nois o( qeo\s e)/xrhsen, e)pi\ to\n e)/sxaton *musw=n plei=n. oi( de\ to\ me\n prw=ton h)po/roun: au)=qis de\ th\n *ai)oli/da para\ toi=s e)sxa/tois th=s *musi/as eu(=ron. e)/nioi th\n paroimi/an tou= xrhsmou= le/gousi *thle/fw| manteuome/nw| gegone/nai peri\ gone/wn, e)pi\ ti/nas to/pous e)lqw\n eu(/roi tou\s gonei=s, to\n de\ qeo\n prosta/cai, plei=n e)pi\ to\n e)/sxaton *musw=n. a)fiko/menon d' ei)s *teuqrani/an, ne/mesqai ga\r tau=ta ta\ xwri/a *musou/s, e)pituxei=n th=| mhtri\ au(tou=. ta/ttetai de\ h( paroimi/a e)pi\ tw=n dusxerh= e)pitassome/nwn. *)/esxatos de\ para\ th\n sxe/sin kai\ kw/lusin, o( teleutai=os. kai\ u(/statos, kai\ o(/ti u(p' au)to/n e)stin h( sta/sis, kai\ ou)ke/ti probh=nai du/natai, a)ll' u(/steros ei(sth/kei, tou= prw/tou mh\ e)w=ntos. kai\ to\ pu/ma- tos, a)po\ tou= pepau=sqai, kai\ te/rmion, to\ e)/sxaton, a)po\ tou= te/rmatos, o(/ e)sti te/lous.