Ἁρμάτος
Harmatos, Harmatius
Translated by Jennifer Benedict · 7 Mar 2002 · Vetting: high · 10 revisions
Translation
Greek original
Ἁρμάτος· ὅτι Βασιλίσκος ὁ βασιλεὺς, ἐπείπερ ὡς συγγενεῖ τῷ Ἁρμάτῳ ἀδεῶς ἐπέτρεπεν ἐντυγχάνειν Ζηνωνίδι τῇ βασιλίδι, τριβομένης σφίσι τῆς ὁμιλίας καὶ τοῦ κάλλους αὐτῶν οὐκ εὐπαροδεύτου ὄντος, ἄμφω ἀλλήλων ἐκτόπως ἤρων. ῥίψεις οὖν ὀμμάτων ἐπ' ἀλλήλους ἐγίνοντο καὶ παρεκστροφαὶ συνεχεῖς προσώπων καὶ μειδιαμάτων μεταδόσεις· πόνος τε μετὰ ταῦτα ἔρωτος ὑπ' ὄψιν στεγομένου. ἐπεὶ δὲ κοινωσάμενοι τὸ πάθος Δανιὴλ εὐνούχῳ καὶ Μαρίᾳ μαίᾳ ἰάσαντο τοῦτο μόλις τῇ τῆς μίξεως ἰατρείᾳ, Ζηνωνὶς Βασιλίσκον διὰ θωπείας ἦγε τοῦ τὸν ἐραστὴν ἔχειν ἐν τῇ πολιτείᾳ τὰ πρωτεῖα. ὁρῶν δὲ Θεοδώριχος τιμώμενον ἐκ πάντων Ἁρμάτον ἤσχαλλεν ὡς παρευδοκιμούμενος ἐκ νέου τριχῶν μόνον καὶ τῆς ἄλλης φροντίζοντος σωμασκίας. ὁ δ' Ἁρμάτος ἔκ τε φορᾶς χρημάτων καὶ τιμῆς ἀπλέτου τυφωθεὶς οὐδένα αὐτοῦ ᾤετο διοίσειν ἐπ' ἀνδρείᾳ. καὶ τοσοῦτον αὐτοῦ ἥδε ἡ ἄλη ἐκράτει, ὡς σκευὴν ἀναλαμβάνειν Ἀχιλλέως, οὕτω τε περιβαίνειν ἐς ἵππον καὶ κατὰ τὸν ἱππόδρομον φρυάττεσθαι τοῦ οἴκου. ἐξῇρε δὲ τοῦτον πλείω πρὸς τοιαύτην δόξαν μαίνεσθαι τὸ ὑπὸ δήμου σύρφακος ἐν εὐφημίαις ἀνακαλεῖσθαι Πύρρον· ὃς εἰ μὲν οὕτως ἐβόα διὰ τὸ ἐρυθροπρόσωπον εἶναι, ἔλεγεν εἰκότα, εἰ δ' ὡς πρὸς ἔπαινον ἀνδρείας, ἔθελγεν ὡς νέον. οὐ γὰρ ἥρωας ἔβαλλεν ὡς Πύρρος, ἀλλὰ γυναιμανὴς ἦν ὡς Πάρις.
Notes (6)
- Malchus fr.8 FHG (4.117), still 8 Cresci; see already alpha 3968.↩
- 1cf. iota 57. ↩
- 2cf. alpha 4301, sigma 838. ↩
- 3cf. alpha 1167. ↩
- 4Pyrrhus/Neoptolemus [Author, Myth] was Achilles' son. ↩
- 5For a (general) explanation of this word-play see pi 3235. ↩
- 6cf. sigma 1671.
Linked from (5)
Neighbours in Adler order
Revisions (10)
- Catharine Rothanother cross-reference
- Catharine Rothcosmeticule
- Catharine Rothtweaked translation
- David Whiteheadupdated a ref
- William Huttontweaked translation
- David Whiteheadanother x-ref; more keywords; cosmetics
- David Whiteheadcosmetics
- David Whiteheadmodified translation; added notes and keywords
- Jennifer Benedicttranslated