Αἰμιλία
Aemilia, Aimilia
Translated by William Hutton11 Feb 2003Vetting: high4 revisions
Aemilia, Aimilia
Translated by William Hutton11 Feb 2003Vetting: high4 revisions
Αἰμιλία, Σκιπίωνος τοῦ μεγάλου γυνή· ᾗ συνέβαινε μεγαλοπρεπῆ τὴν περίστασιν ἔχειν ἐν ταῖς γυναικείαις ἐξόδοις, ἅτε συνηκμακυῖαν τῷ βίῳ καὶ τῇ τύχῃ τῇ Σκιπίωνος· χωρὶς γὰρ τοῦ περὶ τὸ σῶμα καὶ τὴν ἀπήνην κόσμου καὶ τὰ κανᾶ καὶ τὰ ποτήρια καὶ τἄλλα τὰ πρὸς θυσίαν ἀργυρᾶ καὶ χρυσᾶ πάντα συνεξηκολούθει κατὰ τὰς ἐπιφανεῖς ἐξόδους αὐτῇ, τό τε τῶν παιδισκῶν καὶ τὸ τῶν οἰκετῶν τῶν παρεπομένων πλῆθος ἀκόλουθον ἦν τούτοις. ταύτην δὴ τὴν περικοπὴν ἅπασαν [τουτέστι τὴν ὕπαρξιν] εὐθέως μετὰ τὸν Αἰμιλίας τάφον ἐδωρήσατο τῇ μητρί, ᾗ συνέβαινε κεχωρίσθαι μὲν ἀπὸ τοῦ Λευκίου πρότερον ἤδη πολλοῖς χρόνοις, τὴν δὲ τοῦ βίου χορηγίαν ἐλλιπεστέραν ἔχειν τῆς κατὰ τὴν εὐγένειαν φαντασίας. διὸ τὸν πρὸ τοῦ χρόνον ἀνακεχωρηκυίας αὐτῆς ἐκ τῶν ἐπισήμων ἐξόδων, τότε κατὰ τύχην οὔσης ἐπιφανοῦς καὶ πανδήμου θυσίας, ἐκπορευομένης αὐτῆς ἐν τῇ τῆς Αἰμιλίας περικοπῇ καὶ χορηγίᾳ, καὶ πρὸς τοῖς ἄλλοις καὶ τῶν ὀρεωκόμων καὶ τοῦ ζεύγους καὶ τῆς ἀπήνης τῆς αὐτῆς ὑπαρχούσης, συνέβη τὰς γυναῖκας θεωμένας τὸ γεγονὸς ἐκπλήττεσθαι τὴν Σκιπίωνος χρηστότητα καὶ μεγαλοψυχίαν.
*ai)mili/a, *skipi/wnos tou= mega/lou gunh/: h(=| sune/baine megalopreph= th\n peri/stasin e)/xein e)n tai=s gunaikei/ais e)co/dois, a(/te sunhkmakui=an tw=| bi/w| kai\ th=| tu/xh| th=| *skipi/wnos: xwri\s ga\r tou= peri\ to\ sw=ma kai\ th\n a)ph/nhn ko/smou kai\ ta\ kana= kai\ ta\ poth/ria kai\ ta)/lla ta\ pro\s qusi/an a)rgura= kai\ xrusa= pa/nta sunechkolou/qei kata\ ta\s e)pifanei=s e)co/dous au)th=|, to/ te tw=n paidiskw=n kai\ to\ tw=n oi)ketw=n tw=n parepome/nwn plh=qos a)ko/louqon h)=n tou/tois. tau/thn dh\ th\n perikoph\n a(/pasan [toute/sti th\n u(/parcin] eu)qe/ws meta\ to\n *ai)mili/as ta/fon e)dwrh/sato th=| mhtri/, h(=| sune/baine kexwri/sqai me\n a)po\ tou= *leuki/ou pro/teron h)/dh polloi=s xro/nois, th\n de\ tou= bi/ou xorhgi/an e)llipeste/ran e)/xein th=s kata\ th\n eu)ge/neian fantasi/as. dio\ to\n pro\ tou= xro/non a)nakexwrhkui/as au)th=s e)k tw=n e)pish/mwn e)co/dwn, to/te kata\ tu/xhn ou)/shs e)pifanou=s kai\ pandh/mou qusi/as, e)kporeuome/nhs au)th=s e)n th=| th=s *ai)mili/as perikoph=| kai\ xorhgi/a|, kai\ pro\s toi=s a)/llois kai\ tw=n o)rewko/mwn kai\ tou= zeu/gous kai\ th=s a)ph/nhs th=s au)th=s u(parxou/shs, sune/bh ta\s gunai=kas qewme/nas to\ gegono\s e)kplh/ttesqai th\n *skipi/wnos xrhsto/thta kai\ megaloyuxi/an.