Διάληψις
judgment, grasping
Translated by William Hutton8 Oct 2003Vetting: high5 revisions
judgment, grasping
Translated by William Hutton8 Oct 2003Vetting: high5 revisions
Διάληψις· ἐνθύμησις, ἢ γνῶσις. Πολύβιος· διὰ γὰρ τὴν ὑπερβάλλουσαν ἐπὶ τοῦτο τὸ μέρος ἐπιθυμίαν ἦν ὑπὲρ αὐτοῦ διάληψις, ὡς οὐδὲν προὐργιαίτερον ποιουμένου κατὰ τὸν βίον τοῦ κυνηγετεῖν. οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων οὐκ ἐκ τῶν κατὰ λόγον, ἀλλ' ἐκ τῶν συμβαινόντων ἀγαθοὶ ποιεῖσθαι τὰς διαλήψεις. τὰς τοῦ νοὸς ὁρμάς. ἄρτι γὰρ δι' αὐτὸ τοῦτο προκεχειρισμένοι τὸν Πασίστρατον διὰ τὸ πρᾶξιν ἔχειν τινα καὶ τόλμαν, παραχρῆμα μετέπιπτον ἐς τἀναντία ταῖς γνώμαις διὰ τὴν περιπέτειαν. καὶ αὖθις· παραπλησίως καὶ τὰ πλήθη ὁμοίως τούτοις ἔχει τὰς διαλήψεις ὑπὲρ τῶν κοινῶν, τῆς φύσεως αὐτοὺς διδασκούσης. καὶ Πολύβιος· οἱ δὲ Ῥωμαῖοι οὐκ ἐκ καταφορᾶς, ἀλλ' ἐκ διαλήψεως χρώμενοι ταῖς μαχαίραις, πρακτικοῦ τοῦ κεντήματος περὶ αὐτὰς ὑπάρχοντος, τύπτοντες ἐς τὰ στέρνα καὶ εἰς τὰ πρόσωπα διέφθειραν πάντας.
*dia/lhyis: e)nqu/mhsis, h)\ gnw=sis. *polu/bios: dia\ ga\r th\n u(perba/llousan e)pi\ tou=to to\ me/ros e)piqumi/an h)=n u(pe\r au)tou= dia/lhyis, w(s ou)de\n prou)rgiai/teron poioume/nou kata\ to\n bi/on tou= kunhgetei=n. oi( ga\r polloi\ tw=n a)nqrw/pwn ou)k e)k tw=n kata\ lo/gon, a)ll' e)k tw=n sumbaino/ntwn a)gaqoi\ poiei=sqai ta\s dialh/yeis. ta\s tou= noo\s o(rma/s. a)/rti ga\r di' au)to\ tou=to prokexeirisme/noi to\n *pasi/straton dia\ to\ pra=cin e)/xein tina kai\ to/lman, paraxrh=ma mete/pipton e)s ta)nanti/a tai=s gnw/mais dia\ th\n peripe/teian. kai\ au)=qis: paraplhsi/ws kai\ ta\ plh/qh o(moi/ws tou/tois e)/xei ta\s dialh/yeis u(pe\r tw=n koinw=n, th=s fu/sews au)tou\s didaskou/shs. kai\ *polu/bios: oi( de\ *(rwmai=oi ou)k e)k katafora=s, a)ll' e)k dialh/yews xrw/menoi tai=s maxai/rais, praktikou= tou= kenth/matos peri\ au)ta\s u(pa/rxontos, tu/ptontes e)s ta\ ste/rna kai\ ei)s ta\ pro/swpa die/fqeiran pa/ntas.