Κωνσταντῖνος
Konstantinos, Constantine
Translated by Alex Florez10 Dec 2002Vetting: high12 revisions
Konstantinos, Constantine
Translated by Alex Florez10 Dec 2002Vetting: high12 revisions
Κωνσταντῖνος, βασιλεὺς Ῥωμαίων, υἱὸς Λέοντος τοῦ Εἰκονομάχου τοῦ Ἰσαύρου, ἐκ λέοντος ἀνεφύη ποικιλότροπος πάρδαλις, ἐκ σπέρματος ὄφεως ἀσπὶς δεινὴ καὶ ὄφις πετόμενος, ἐκ Δὰν Ἀντίχριστος. οὗτος τὴν πατρῴαν βασιλείαν τε καὶ ἀσέβειαν διαδεξάμενος καὶ ἀσελγείαις καὶ δαιμόνων ἐπικλήσεσι καὶ ἄλλοις πονηροῖς ἐπιτηδεύμασι χαίρων καὶ σχολάζων, ἐξαίρετον ὄργανον καὶ λίαν ἐπιτήδειον τοῦ πατρὸς αὐτοῦ καὶ διδασκάλου γέγονε διαβόλου. καὶ γὰρ εἰς τοσαύτην ἀπόνοιαν καὶ παραπληξίαν ἐξώκειλεν, ὡς καὶ θεσμὸν ἐπὶ λαοῦ καθολικὸν ἐκθέσθαι, μὴ λέγεσθαί τινα τῶν θεραπόντων κυρίου τοπαράπαν ἅγιον, ἀλλὰ καὶ τὰ λείψανα τούτων εὑρισκόμενα διαπτύεσθαι καὶ μηδὲ πρεσβείαν αὐτῶν ἐξαιτεῖν· οὐδὲν γὰρ ἰσχύουσιν. εἶτα προσθεὶς ὁ παμβέβηλος λέγει, μηδὲ τῆς Μαρίας ἐπικαλείσθω τις πρεσβείαν· οὐ γὰρ δύναται βοηθεῖν τινι· μηδ' αὖ πάλιν θεοτόκος αὕτη ὀνομαζέσθω. καὶ δὴ λαβὼν ἐν χειρὶ βαλάντιον πλῆρες χρυσίου καὶ ὑποδείξας αὐτὸ πᾶσιν ἤρετο, τίνος ἄξιόν ἐστι, τῶν δὲ πολλοῦ εἰπόντων, κενώσας τὸ χρυσίον πάλιν ἤρετο, τίνος ἐστὶν ἄξιον· καὶ λέγουσιν οὐδενός. οὕτως, ἔφη, καὶ ἡ Μαρία· οὐ γὰρ θεοτόκον ὀνομάζεσθαι ὁ ἄθεος ἠξίου. ἕως μὲν γὰρ εἶχε τὸν Χριστὸν ἐν αὐτῇ, τετιμημένη ὑπῆρχεν· ἀφ' οὗ δὲ τοῦτον ἀπέτεκεν, οὐδὲν τῶν λοιπῶν γυναικῶν διενήνοχε. φεῦ τῆς τολμηρᾶς δυσφημίας τοῦ Σαρακηνοπίστου καὶ Ἰουδαιόφρονος. τὴν γὰρ Ἀφροδίτην ἐτίμα καὶ ἀνθρωποθυσίας ἀνέφερε πέραν τῆς πόλεως, ἔνθα τῆς ἁγίας Μαύρας ναός· ὅνπερ ἐκδαφίσας καὶ φονευτήριον ποιήσας Μαύραν ὠνόμασε τὸν τόπον, ἐν ᾧ καὶ νύκτωρ ἐπετέλει θυσίας καὶ παῖδας κατέσφαττε. καὶ μαρτυρεῖ τὸ πρὸς θυσίαν σφαγιασθὲν Σουφλαμίου παιδάριον, ὅπερ ἐν παραβύστῳ θύσαντος αὐτοῦ, τοῦτο ὁ θεὸς ἔκδηλον ἐποίησεν.
*kwnstanti=nos, basileu\s *(rwmai/wn, ui(o\s *le/ontos tou= *ei)konoma/xou tou= *)isau/rou, e)k le/ontos a)nefu/h poikilo/tropos pa/rdalis, e)k spe/rmatos o)/fews a)spi\s deinh\ kai\ o)/fis peto/menos, e)k *da\n *)anti/xristos. ou(=tos th\n patrw/|an basilei/an te kai\ a)se/beian diadeca/menos kai\ a)selgei/ais kai\ daimo/nwn e)piklh/sesi kai\ a)/llois ponhroi=s e)pithdeu/masi xai/rwn kai\ sxola/zwn, e)cai/reton o)/rganon kai\ li/an e)pith/deion tou= patro\s au)tou= kai\ didaska/lou ge/gone diabo/lou. kai\ ga\r ei)s tosau/thn a)po/noian kai\ paraplhci/an e)cw/keilen, w(s kai\ qesmo\n e)pi\ laou= kaqoliko\n e)kqe/sqai, mh\ le/gesqai/ tina tw=n qerapo/ntwn kuri/ou topara/pan a(/gion, a)lla\ kai\ ta\ lei/yana tou/twn eu(risko/mena diaptu/esqai kai\ mhde\ presbei/an au)tw=n e)caitei=n: ou)de\n ga\r i)sxu/ousin. ei)=ta prosqei\s o( pambe/bhlos le/gei, mhde\ th=s *mari/as e)pikalei/sqw tis presbei/an: ou) ga\r du/natai bohqei=n tini: mhd' au)= pa/lin qeoto/kos au(/th o)nomaze/sqw. kai\ dh\ labw\n e)n xeiri\ bala/ntion plh=res xrusi/ou kai\ u(podei/cas au)to\ pa=sin h)/reto, ti/nos a)/cio/n e)sti, tw=n de\ pollou= ei)po/ntwn, kenw/sas to\ xrusi/on pa/lin h)/reto, ti/nos e)sti\n a)/cion: kai\ le/gousin ou)deno/s. ou(/tws, e)/fh, kai\ h( *mari/a: ou) ga\r qeoto/kon o)noma/zesqai o( a)/qeos h)ci/ou. e(/ws me\n ga\r ei)=xe to\n *xristo\n e)n au)th=|, tetimhme/nh u(ph=rxen: a)f' ou(= de\ tou=ton a)pe/teken, ou)de\n tw=n loipw=n gunaikw=n dienh/noxe. feu= th=s tolmhra=s dusfhmi/as tou= *sarakhnopi/stou kai\ *)ioudaio/fronos. th\n ga\r *)afrodi/thn e)ti/ma kai\ a)nqrwpoqusi/as a)ne/fere pe/ran th=s po/lews, e)/nqa th=s a(gi/as *mau/ras nao/s: o(/nper e)kdafi/sas kai\ foneuth/rion poih/sas *mau/ran w)no/mase to\n to/pon, e)n w(=| kai\ nu/ktwr e)pete/lei qusi/as kai\ pai=das kate/sfatte. kai\ marturei= to\ pro\s qusi/an sfagiasqe\n *souflami/ou paida/rion, o(/per e)n parabu/stw| qu/santos au)tou=, tou=to o( qeo\s e)/kdhlon e)poi/hsen.