Ἀποσυκάζεις
you are fig-squeezing
Translated by Jennifer Benedict19 Dec 2001Vetting: high6 revisions
you are fig-squeezing
Translated by Jennifer Benedict19 Dec 2001Vetting: high6 revisions
Ἀποσυκάζεις· συκοφαντεῖς, δοκιμάζεις. ἀποσυκάζειν γὰρ τὸ τὰ πέπειρα σῦκα διαλέγειν. διόπερ προσέθηκε, πιέζων. ἐκθλίβοντες γὰρ δοκιμάζομεν τὰ σῦκα, εἰ πέπειρά ἐστιν ἢ μή. ἐπεὶ τοίνυν συκάζειν λέγεται καὶ τὸ συκοφαντεῖν καὶ τὸ σῦκα κλέπτειν, ἅπαξ εἰπὼν τὸ συκάζεις, ἐπήνεγκε τὸ πιέζων, ἅμα μὲν ὡς ἐπὶ σύκων, ἅμα δὲ ἐπεὶ καὶ αὐτὸς θλίβει τοὺς συκοφαντουμένους· καὶ πιέζει δωροδοκῶν καὶ διασείων τοὺς ὑπευθύνους, τουτέστι τοὺς μὴ λογισμοὺς προσεσχηκότας τῆς ἀρχῆς, ἧς ἐπιστεύθησαν. ἐχρήσατο οὖν τῇ λέξει, ἀφ' οὗ καὶ συκοφάντης κέκληται. τὸ γὰρ παλαιὸν τίμια παρὰ τοῖς Ἀθηναίοις ἦν τὰ σῦκα, καὶ εἴ τις διεβλήθη κλέπτων σῦκα ἐκολάζετο. φαίνειν δὲ ἔλεγον καὶ τὸ κατηγορεῖν.
*)aposuka/zeis: sukofantei=s, dokima/zeis. a)posuka/zein ga\r to\ ta\ pe/peira su=ka diale/gein. dio/per prose/qhke, pie/zwn. e)kqli/bontes ga\r dokima/zomen ta\ su=ka, ei) pe/peira/ e)stin h)\ mh/. e)pei\ toi/nun suka/zein le/getai kai\ to\ sukofantei=n kai\ to\ su=ka kle/ptein, a(/pac ei)pw\n to\ suka/zeis, e)ph/negke to\ pie/zwn, a(/ma me\n w(s e)pi\ su/kwn, a(/ma de\ e)pei\ kai\ au)to\s qli/bei tou\s sukofantoume/nous: kai\ pie/zei dwrodokw=n kai\ diasei/wn tou\s u(peuqu/nous, toute/sti tou\s mh\ logismou\s prosesxhko/tas th=s a)rxh=s, h(=s e)pisteu/qhsan. e)xrh/sato ou)=n th=| le/cei, a)f' ou(= kai\ sukofa/nths ke/klhtai. to\ ga\r palaio\n ti/mia para\ toi=s *)aqhnai/ois h)=n ta\ su=ka, kai\ ei)/ tis dieblh/qh kle/ptwn su=ka e)kola/zeto. fai/nein de\ e)/legon kai\ to\ kathgorei=n.