Εὐθύδημος
Euthydemos, Euthydemus
Translated by Kenneth Bumbaco26 Sep 2006Vetting: high6 revisions
Euthydemos, Euthydemus
Translated by Kenneth Bumbaco26 Sep 2006Vetting: high6 revisions
Εὐθύδημος, διδάσκαλος Ἀπολλωνίου τοῦ Τυανέως, ἐκ Ταρσῶν τῆς Κιλικίας. ὁ γὰρ Ἀπολλώνιος προϊὼν εἰς ἡλικίαν, ἐν ᾗ συγγράμματα, μνήμης τε ἰσχὺν ἐδήλου καὶ μελέτης κράτος, καὶ ἡ γλῶττα Ἀττικῶς εἶχεν, οὐδὲ ἀπήχθη τὴν φωνὴν ὑπὸ τοῦ ἔθνους, ὀφθαλμοί τε πάντες ἐς αὐτὸν ἐφέροντο· καὶ γὰρ περίβλεπτος ἦν τὴν ὥραν. γεγονότα δὲ ἔτη ιδʹ παρ' Εὐθύδημον ἄγει ἐς Ταρσοὺς τῆς Κιλικίας, ὃς τοῦτον ἐπαίδευεν· ὁ δὲ τοῦ μὲν διδασκάλου εἴχετο, τὸ δὲ τῆς πόλεως ἦθος ἄτοπόν τε ἡγεῖτο καὶ οὐ χρηστὸν ἐμφιλοσοφῆσαι· τρυφῆς τε γὰρ οὐδαμοῦ μᾶλλον ἅπτονται σκωπτόλαι τε καὶ ὑβρισταὶ πάντες καὶ δεδώκασι τῇ ὀθόνῃ μᾶλλον ἢ τῇ σοφίᾳ Ἀθηναῖοι. ποταμός τε αὐτοὺς διαρρεῖ Κύδνος, ᾧ παρακάθηνται καθάπερ τῶν ὀρνίθων οἱ ὑγρότατοι μεθύοντες τῷ ὕδατι. μεθίστησιν οὖν τὸν διδάσκαλον δεηθεὶς τοῦ πατρὸς ἐς Αἰγὰς τὰς πλησίον, ἐν αἷς ἡσυχία τε πρόσφορος τῷ φιλοσοφήσοντι καὶ σπουδαὶ νεανικώτεραι καὶ ἱερὸν Ἀσκληπιῷ ἐπίδηλον τοῖς ἀνθρώποις. ἐνταῦθα ξυνεφιλοσόφουν μὲν αὐτῷ Πλατώνειοί τε καὶ Χρυσίππειοι καὶ οἱ ἀπὸ τοῦ Περιπάτου· οὐδὲ τῶν Ἐπικούρου λόγων ἀπεσπούδαζε. διδάσκαλος δὲ ἦν αὐτῷ τῶν Πυθαγόρου λόγων Εὔξενος.
*eu)qu/dhmos, dida/skalos *)apollwni/ou tou= *tuane/ws, e)k *tarsw=n th=s *kiliki/as. o( ga\r *)apollw/nios proi+w\n ei)s h(liki/an, e)n h(=| suggra/mmata, mnh/mhs te i)sxu\n e)dh/lou kai\ mele/ths kra/tos, kai\ h( glw=tta *)attikw=s ei)=xen, ou)de\ a)ph/xqh th\n fwnh\n u(po\ tou= e)/qnous, o)fqalmoi/ te pa/ntes e)s au)to\n e)fe/ronto: kai\ ga\r peri/bleptos h)=n th\n w(/ran. gegono/ta de\ e)/th id# par' *eu)qu/dhmon a)/gei e)s *tarsou\s th=s *kiliki/as, o(\s tou=ton e)pai/deuen: o( de\ tou= me\n didaska/lou ei)/xeto, to\ de\ th=s po/lews h)=qos a)/topo/n te h(gei=to kai\ ou) xrhsto\n e)mfilosofh=sai: trufh=s te ga\r ou)damou= ma=llon a(/ptontai skwpto/lai te kai\ u(bristai\ pa/ntes kai\ dedw/kasi th=| o)qo/nh| ma=llon h)\ th=| sofi/a| *)aqhnai=oi. potamo/s te au)tou\s diarrei= *ku/dnos, w(=| paraka/qhntai kaqa/per tw=n o)rni/qwn oi( u(gro/tatoi mequ/ontes tw=| u(/dati. meqi/sthsin ou)=n to\n dida/skalon dehqei\s tou= patro\s e)s *ai)ga\s ta\s plhsi/on, e)n ai(=s h(suxi/a te pro/sforos tw=| filosofh/sonti kai\ spoudai\ neanikw/terai kai\ i(ero\n *)asklhpiw=| e)pi/dhlon toi=s a)nqrw/pois. e)ntau=qa cunefiloso/foun me\n au)tw=| *platw/neioi/ te kai\ *xrusi/ppeioi kai\ oi( a)po\ tou= *peripa/tou: ou)de\ tw=n *)epikou/rou lo/gwn a)pespou/daze. dida/skalos de\ h)=n au)tw=| tw=n *puqago/rou lo/gwn *eu)/cenos.