Ἰοβιανός
Jovianus, Jovian
Translated by Abram Ring19 May 2004Vetting: high20 revisions
Jovianus, Jovian
Translated by Abram Ring19 May 2004Vetting: high20 revisions
Ἰοβιανός, βασιλεὺς Ῥωμαίων ὀρθόδοξος, ὃς ἐπιμέλειαν καὶ φροντίδα πολλὴν ἐποιεῖτο τῶν ἐκκλησιῶν καὶ τοὺς ἐν ἐξορίαις ἐπισκόπους πάντας ἀνεκαλέσατο τῷ τε ἁγίῳ Ἀθανασίῳ ἀπέστειλε τῆς ἀμωμήτου πίστεως ἐγγράφως αὐτῷ σημᾶναι τὴν ἀκρίβειαν. ὁ δὲ ἀπέστειλεν ἐπιστολὴν πλήρη ὀρθοδοξίας. οὗτος μετὰ Ἰουλιανὸν ἦρξεν· ὃς ἡνίκα Ἰουλιανὸς αἵρεσιν τοῖς στρατευομένοις ἐτίθει, θύειν ἢ ἀποστρατεύεσθαι, μᾶλλον τὴν ζώνην ἀποθέσθαι ἐβούλετο. ἐλθὼν δὲ ἐς Νίσιβιν πόλιν πολυάνθρωπον δύο μόνον ἡμερῶν ἐνδιατρίψας αὐτῇ, ὅσα περ εἶχε χρήματα κατανάλωσε τοῖς ἐνοικοῦσι μηδενὸς μεταδοὺς ἢ λόγου φιλανθρώπου ἢ πράξεως ἀγαθῆς· ἄνθρωπος οὐ δι' ἀρετὴν οἰκείαν, ἀλλὰ διὰ τὴν τοῦ πατρὸς δόξαν ἐς τοσοῦτον ἀρχῆς προελθών. ἦν μὲν γὰρ οὐδὲ παντάπασιν ἀσθενὴς τὸ σῶμα οὔτε πολεμικοῖς ἔργοις ἀγύμναστος· ἀμελέτητος δὲ ὢν καὶ ἄγευστος παιδεύσεως, καὶ ἣν εἶχε φύσιν διὰ ῥᾳθυμίαν ἠμαύρου καὶ ἠφάνιζεν. οὗτος μετὰ Ἰουλιανόν, ὡς εἴρηται, τῆς Ῥωμαίων βασιλείας ἐγκρατὴς γενόμενος, πάντων καταφρονήσας ἐσπούδαζε τοῦ συμβάντος αὐτῷ ἀξιώματος ἀπολαῦσαι, καὶ φεύγων ἐκ Περσίδος ἔσπευδε γενέσθαι τῶν Ῥωμαϊκῶν ἐθῶν ἐντὸς εἰς ἐπίδειξιν τῆς τύχης, καὶ τὴν Νίσιβιν πόλιν τοῖς Πέρσαις, πάλαι Ῥωμαίοις οὖσαν κατήκοον, ἐκδίδωσιν. ἀπέσκωπτον οὖν αὐτὸν ᾠδαῖς καὶ παρῳδίαις καὶ τοῖς καλουμένοις φαμώσσοις, διὰ τὴν τῆς Νισίβιδος προδοσίαν. ὁ δὲ Ἰοβιανός, ἐκ τῆς γυναικὸς αὐτοῦ κινηθεὶς τὸν ὑπὸ Ἀδριανοῦ τοῦ βασιλέως κτισθέντα ναὸν χαριέστατον ἐς ἀποθέωσιν τοῦ πατρὸς Τραϊανοῦ, παρὰ δὲ τοῦ Ἰουλιανοῦ κατασταθέντα βιβλιοθήκην εὐνούχῳ τινὶ Θεοφίλῳ, κατέφλεξε σὺν πᾶσιν οἷς εἶχε βιβλίοις, αὐτῶν τῶν παλλακίδων ὑφαπτουσῶν μετὰ γέλωτος τὴν πυράν. οἱ δὲ Ἀντιοχεῖς ἠγανάκτησαν κατὰ τοῦ βασιλέως καὶ τὰ μὲν ἀπέρριπτον τῶν βιβλίων ἐς τὸ ἔδαφος, ὥστε ἀναίρεσθαι τὸν βουλόμενον καὶ ἀναγινώσκειν, τὰ δὲ τοῖς τοίχοις προσεκόλλιζον. ἦν δὲ τοιαῦτα· ἤλυθες ἐκ πολέμου, ὡς ὤφελες αὐτόθ' ὀλέσθαι· καί, Δύσπαρι, εἶδος ἄριστε· καὶ τὰ ἑξῆς. καί, εἰ μὴ ἐγώ σε λαβὼν ἀπὸ μὲν φίλα εἵματα δύσω, χλαῖνάν τ' ἠδὲ χιτῶνα, τά τ' αἰδῶ ἀμφικαλύπτει, αὐτὸν δὲ κλαίοντα θοῶς ἐπὶ Πέρσας ἀφήσω. γραῦς δέ τις μέγαν καὶ καλὸν αὐτὸν θεασαμένη μαθοῦσά τε ἀνόητον εἶναι ἐφθέγξατο· ὅσον μῆκος καὶ βάθος ἡ μωρία. καὶ ἄλλος δὲ ἰδιώτης ἀποτολμήσας, μεγάλῃ τῇ φωνῇ βοήσας ἐν τῷ ἱπποδρομίῳ γέλωτα παρέσχε πᾶσιν εἰπὼν κενὰ καὶ ψυχρὰ τῇ ἡλικίᾳ αὐτοῦ. καὶ ἐπράχθη ἂν ἄτοπα, εἰ μὴ Σαλούστιός τις ἔπαυσε τὴν στάσιν. ὁ δὲ Ἰοβιανὸς χειμῶνος ὄντος ὡδοιπόρει ἐπὶ Κιλικίαν καὶ Γαλατίαν καὶ ἐν Δαδαστάνοις ἀπέθανε μύκητα πεφαρμαγμένον φαγών. κατὰ δὲ τὴν ἡγεμονίαν κοινὸς καὶ ἐλευθέριος ἔδοξεν εἶναι. ὅτι ἐπὶ Ἰοβιανοῦ ἦν Ἀκάκιος ἐπίσκοπος Καισαρείας Παλαιστίνης, ὃς λίβελλον ἔγραψε περὶ ὀρθοδόξου πίστεως, ἀποδεχόμενος τὴν ἐν Νικαίᾳ σύνοδον.
*)iobiano/s, basileu\s *(rwmai/wn o)rqo/docos, o(\s e)pime/leian kai\ fronti/da pollh\n e)poiei=to tw=n e)kklhsiw=n kai\ tou\s e)n e)cori/ais e)pisko/pous pa/ntas a)nekale/sato tw=| te a(gi/w| *)aqanasi/w| a)pe/steile th=s a)mwmh/tou pi/stews e)ggra/fws au)tw=| shma=nai th\n a)kri/beian. o( de\ a)pe/steilen e)pistolh\n plh/rh o)rqodoci/as. ou(=tos meta\ *)iouliano\n h)=rcen: o(\s h(ni/ka *)iouliano\s ai(/resin toi=s strateuome/nois e)ti/qei, qu/ein h)\ a)postrateu/esqai, ma=llon th\n zw/nhn a)poqe/sqai e)bou/leto. e)lqw\n de\ e)s *ni/sibin po/lin polua/nqrwpon du/o mo/non h(merw=n e)ndiatri/yas au)th=|, o(/sa per ei)=xe xrh/mata katana/lwse toi=s e)noikou=si mhdeno\s metadou\s h)\ lo/gou filanqrw/pou h)\ pra/cews a)gaqh=s: a)/nqrwpos ou) di' a)reth\n oi)kei/an, a)lla\ dia\ th\n tou= patro\s do/can e)s tosou=ton a)rxh=s proelqw/n. h)=n me\n ga\r ou)de\ panta/pasin a)sqenh\s to\ sw=ma ou)/te polemikoi=s e)/rgois a)gu/mnastos: a)mele/thtos de\ w)\n kai\ a)/geustos paideu/sews, kai\ h(\n ei)=xe fu/sin dia\ r(a|qumi/an h)mau/rou kai\ h)fa/nizen. ou(=tos meta\ *)iouliano/n, w(s ei)/rhtai, th=s *(rwmai/wn basilei/as e)gkrath\s geno/menos, pa/ntwn katafronh/sas e)spou/daze tou= sumba/ntos au)tw=| a)ciw/matos a)polau=sai, kai\ feu/gwn e)k *persi/dos e)/speude gene/sqai tw=n *(rwmai+kw=n e)qw=n e)nto\s ei)s e)pi/deicin th=s tu/xhs, kai\ th\n *ni/sibin po/lin toi=s *pe/rsais, pa/lai *(rwmai/ois ou)=san kath/koon, e)kdi/dwsin. a)pe/skwpton ou)=n au)to\n w)|dai=s kai\ parw|di/ais kai\ toi=s kaloume/nois famw/ssois, dia\ th\n th=s *nisi/bidos prodosi/an. o( de\ *)iobiano/s, e)k th=s gunaiko\s au)tou= kinhqei\s to\n u(po\ *)adrianou= tou= basile/ws ktisqe/nta nao\n xarie/staton e)s a)poqe/wsin tou= patro\s *trai+anou=, para\ de\ tou= *)ioulianou= katastaqe/nta biblioqh/khn eu)nou/xw| tini\ *qeofi/lw|, kate/flece su\n pa=sin oi(=s ei)=xe bibli/ois, au)tw=n tw=n pallaki/dwn u(faptousw=n meta\ ge/lwtos th\n pura/n. oi( de\ *)antioxei=s h)gana/kthsan kata\ tou= basile/ws kai\ ta\ me\n a)pe/rripton tw=n bibli/wn e)s to\ e)/dafos, w(/ste a)nai/resqai to\n boulo/menon kai\ a)naginw/skein, ta\ de\ toi=s toi/xois proseko/llizon. h)=n de\ toiau=ta: h)/luqes e)k pole/mou, w(s w)/feles au)to/q' o)le/sqai: kai/, *du/spari, ei)=dos a)/riste: kai\ ta\ e(ch=s. kai/, ei) mh\ e)gw/ se labw\n a)po\ me\n fi/la ei(/mata du/sw, xlai=na/n t' h)de\ xitw=na, ta/ t' ai)dw= a)mfikalu/ptei, au)to\n de\ klai/onta qow=s e)pi\ *pe/rsas a)fh/sw. grau=s de/ tis me/gan kai\ kalo\n au)to\n qeasame/nh maqou=sa/ te a)no/hton ei)=nai e)fqe/gcato: o(/son mh=kos kai\ ba/qos h( mwri/a. kai\ a)/llos de\ i)diw/ths a)potolmh/sas, mega/lh| th=| fwnh=| boh/sas e)n tw=| i(ppodromi/w| ge/lwta pare/sxe pa=sin ei)pw\n kena\ kai\ yuxra\ th=| h(liki/a| au)tou=. kai\ e)pra/xqh a)\n a)/topa, ei) mh\ *salou/stio/s tis e)/pause th\n sta/sin. o( de\ *)iobiano\s xeimw=nos o)/ntos w(doipo/rei e)pi\ *kiliki/an kai\ *galati/an kai\ e)n *dadasta/nois a)pe/qane mu/khta pefarmagme/non fagw/n. kata\ de\ th\n h(gemoni/an koino\s kai\ e)leuqe/rios e)/docen ei)=nai. o(/ti e)pi\ *)iobianou= h)=n *)aka/kios e)pi/skopos *kaisarei/as *palaisti/nhs, o(\s li/bellon e)/graye peri\ o)rqodo/cou pi/stews, a)podexo/menos th\n e)n *nikai/a| su/nodon.