Ἀδάμ
Adam
Translated by William Hutton23 Apr 2001Vetting: high16 revisions
Translation
From Adam until the flood: 2242 years; from the flood until the building of the tower [sc. of Babel], 525 years; from the building of the tower until Abraham, 425. From Abraham until the Exodus of the sons of Israel from Egypt, 430. From the Exodus until the building of the Temple of Solomon, 757 years. From the building of the temple until the captivity of Israel, 425. Altogether 4880 years.5 From the captivity until king Alexander [sc. the Great], 318. From Alexander until Christ our God, 303. Altogether 5500 years.6 From Christ until Constantine the Great, 318. From Constantine until Michael son of Theophilos, 555. The whole span altogether 6375 years.7 From Michael to Romanos son of Constantine Porphyrogennetos ... years.8 From Porphyrogennetos to the death of John Tzimiskes ... years.9
Also [sc. attested is the adjective] Adamiaios, [meaning he who is descended] from Adam.
Greek original · Adler’s text
Ἀδάμ· ὁ πρῶτος ἄνθρωπος, ὁ χειρὶ θεοῦ πλασθεὶς καὶ κατὰ τὴν εἰκόνα καὶ ὁμοίωσιν μορφωθεὶς τοῦ δημιουργοῦ τε καὶ κτίσαντος, ὁ καὶ τιμηθεὶς τὴν εἰς παράδεισον οἴκησιν. οὗτος δικαίως ἂν πρῶτος καλοῖτο σοφὸς ὡς πρωτόκτιστον ἄγαλμα καὶ εἰκὼν οὖσα θεόγραφος, ὡς τῶν χαρίτων ὅλων ὑπάρχων ἀνάπλεως καὶ πάντα καθαρὰ καὶ ἀκίβδηλα περιφέρων τὰ ψυχῆς τε καὶ σώματος αἰσθητήρια. μαρμαρυγαὶ γάρ τινες, ὡς εἰπεῖν, ἐκ τῆς ἐκείνου ψυχῆς ἀπαστράπτουσαι καὶ θείων ἐννοιῶν τε καὶ ἐνεργειῶν πλήθουσαι κατὰ πᾶσαν εἰσέτρεχον φύσιν εὐστόχως καὶ ἀναμαρτήτως τὸ οἰκεῖον ἑκάστης πλεονέκτημα φθάνουσαι. ὃς οὐ παρὰ ἀνθρώπων ἐδοκιμάσθη τῶν τὰς κρίσεις πολλάκις ἐπισφαλῶς ποιουμένων, ἀλλὰ παρὰ τοῦ τῶν ὅλων θεοῦ τοῦ πᾶσαν γνῶσιν καὶ κρίσιν ὀρθῶς ποιουμένου καὶ πρὸ τοῦ τὰς ἐννοίας κινηθῆναι παρὰ τῆς ὠδινούσης τὰ τοιαῦτα ψυχῆς καὶ ἀποτικτούσης νοήματα. καὶ ᾗ φησιν ἡ γραφή· ἐποίησεν ὁ θεὸς πάντα τὰ κτήνη καὶ τὰ θηρία καὶ τὰ ἑρπετὰ καὶ πετεινὰ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν Ἀδὰμ ἰδεῖν, τί καλέσει αὐτά. καὶ ὃ ἐκάλεσεν Ἀδὰμ, τοῦτο ὄνομα αὐτῷ. τί τῆς φωνῆς ταύτης καὶ μαρτυρίας ἀριδηλότερον; τί τῆς σοφίας ταύτης καὶ διαγνώσεως ὑψηλότερον; ἐκάλεσεν ὀνόματα τὴν φύσιν αὐτὴν καὶ τὴν ὑπόστασιν ἑκάστου ζῴου ὥσπερ ὑπογραφόμενος, οὐ μελετήσας, οὐ προσκεψάμενος, οὐδέν τι προπεπονθὼς τῶν ὅσα μεταμανθάνουσιν ἄνθρωποι. καὶ πολλῶν καὶ ἀναρίθμων γενεῶν παραδραμουσῶν οὐκ ἴσχυσεν οὐδεὶς ὑπαλλάξαι κἂν τοῦ τυχόντος ζῴου τὸ ὄνομα, οὐδὲ τῆς ἐκείνου δράξασθαι μεγαλονοίας καὶ διαγνώσεως. μᾶλλον μὲν οὖν μένουσιν ἅπαντες οἱ κατὰ πᾶσαν ἐσπαρμένοι τὴν γῆν ἄνθρωποι τοῖς ἐκείνου στοιχοῦντες ἀμεταθέτοις θεσπίσμασι. καὶ οὐδὲ μέχρι τούτων ἔστη τοῦ πρωτογόνου ἀνθρώπου τὸ ὑπερβάλλον ἐν πᾶσιν ἀξίωμα, ἀλλὰ καὶ σπερμάτων καὶ φυτῶν διαφορὰς ῥιζῶν τε καὶ βοτανῶν δυνάμεις, καὶ ὅσα εἰς ἀντίληψιν καὶ θεραπείαν ἡ φύσις ἑκάστῳ προσαρμόττει τῶν ζῴων, διέκρινέ τε καὶ ἐσάφησεν. οὗτος καὶ τὴν γυναῖκα πρῶτος ἰδὼν οὐχ ὥσπερ ἐκ στόματος ἀνθρωπίνου περὶ ταύτης ἐφθέγξατο, ἀλλ' ὡς ἔκ τινος θείας ὀμφῆς ἐνηχούμενος εὐστόχως τὸ πολυύμνητον ἐκεῖνο καὶ θαυμαστὸν ἀπεφοίβασε λόγιον· τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου. αὕτη κληθήσεται γυνὴ, ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη. οὗτος τοίνυν ἐστὶν ὁ δοκιμάσας ἕκαστα καὶ πᾶσι κανόνας καὶ στάθμας ἀκριβεῖς καὶ ὅρους ἀναντιρρήτους ἐναρμο- σάμενος. τούτου τέχναι καὶ γράμματα, τούτου ἐπιστῆμαι λογικαί τε καὶ ἄλογοι, τούτου προφητεῖαι, ἱερουργίαι καὶ καθαρισμοὶ καὶ νόμοι γραπτοί τε καὶ ἄγραφοι, τούτου πάντα εὑρήματα καὶ διδάγματα, καὶ ὅσαι κατὰ τὸν βίον ἀναγκαῖαι χρεῖαί τε καὶ δίαιται. οὗτός ἐστιν ὁ πρῶτος ἀνδριὰς, τὸ θεόκλητον ἄγαλμα, ἀφ' οὗπερ ἀπευθύνονται πᾶσαι ἀνθρώπων ἀγαλματουργίαι, κἂν πρὸς τὸ ἧττον μᾶλλον καὶ μᾶλλον ἐκπίπτωσιν ἐκείνου τοῦ μακαρίου καὶ θεοειδοῦς ἀπεικάσματος μηδεμίαν ἔχοντος ἀφορμὴν, ἧς ἂν ἐπιλάβοιτο ὁ μετ' ἐκεῖνον διαπλαττόμενος ἢ ζῳγραφούμενος, ἕως ὁ παλαμναῖος καὶ ἀποστάτης καὶ πλάνος διάβολος τοῦτον ἐξεκύλισεν ἐκ τῆς οἰκείας ἱδρύσεώς τε καὶ στάσεως καὶ κατὰ τοῦ πρανοῦς εἴασε φέρεσθαι πρὸς βαραθρώδεις τινὰς καὶ ἀλαμπεῖς χώρους καὶ μέχρι τῶν ἀμειδήτων τοῦ ᾅδου κευθμώνων ἐγγίζοντας. κἀντεῦθεν ἤρξατο φύσις ἡ τῶν ἀνθρώπων παραχαράττεσθαι καὶ διακιβδηλεύεσθαι καὶ τυποῦσθαι τοῖς τοῦ τυράννου μορφώμασί τε καὶ σχήμασιν. ἐντεῦθεν ἡ νόθος σοφία τὰς ἀφορμὰς ἔλαβε, τῆς θείας δραπετευσάσης καὶ πρὸς οὐρανὸν ἀναπτάσης, ὅθεν τὸ πρότερον ἦν ἀφορμήσασα. ὅθεν ὁ πλάνος τὸ τοῦ θεοῦ σφετερισάμενος ὄνομα εἰς πολλὰ κατεμέρισε, Κρόνους τε καὶ Ζῆνας καὶ Ποσειδῶνας ἑαυτὸν μετακαλῶν· καὶ τὸ δὴ πάντων ἀνοσιώτατον, εἰς ὀνόματα θήλεά τε καὶ ἄσεμνα τὴν μακαρίαν καὶ ἄρρητον συγκατασπάσαι φύσιν ὁ ἀλιτήριος κατετόλμησεν, εἴς τε τὰς Ῥέας ἐκείνας καὶ Ἀφροδίτας καὶ Ἀθηνᾶς καὶ εἰς ἄλλας μυρίας καὶ ἀλλοκότους ἀλόγων ἰδέας τε καὶ μορφὰς, ἃς ὁ κακίας δημιουργὸς καὶ τὴν ἀποστασίαν νοσήσας ἐπέχρωσέ τε καὶ διεχάραξεν. ἐντεῦθεν Αἰγυπτίων τὰ περὶ Ὄσιριν καὶ Τυφῶνα καὶ Ἴσιν μοχθηρὰ διηγήματα καὶ Περσῶν μαγικὰ μαγγανεύματα καὶ Βραχμάνων γυμνοσοφιστίαι καὶ ἄκαιροι φαντασίαι καὶ ἡ θαυμαζομένη Σκυθῶν ῥῆσις καὶ τὰ Θρᾳκῶν ὄργια καὶ οἱ Φρυγῶν αὐλοὶ καὶ Κορύβαντες. ἐντεῦθεν ἡ Χαλδαίων ἀστρονομία ἡ σφαλερά τε καὶ πολυώδυνος. ἐντεῦθεν ἡ τοῦ ψεύδους λοχεύτρια ποίησις, ἡ τῶν Ἑλληνικῶν ληρημάτων σεμνομυθία. ἐντεῦθεν Ὀρφεύς τε καὶ Ὅμηρος καὶ ὁ τῶν ἀθεμίτων γονῶν ζῳγράφος Ἡσίοδος. ἐντεῦθεν ἡ Θάλητος δόξα καὶ ὁ κλεινὸς Πυθαγόρας καὶ ὁ σοφὸς Σωκράτης καὶ Πλάτων, τὸ τῆς Ἀθηναίων Ἀκαδημίας πολυθρύλητον σεμνολόγημα. ἐντεῦθεν οἱ Παρμενίδαι καὶ Πρωταγόραι καὶ Ζήνωνες. ἐντεῦθεν αἱ Στοαὶ καὶ οἱ Ἄρειοι πάγοι καὶ Ἐπικούρειοι. ἐντεῦθεν οἱ τραγῳδῶν θρῆνοι καὶ κοπετοὶ καὶ τὰ κωμικῶν παίγνια καὶ τωθάσματα. ἐντεῦθεν τὰ δολερὰ τοῦ Λοξίου καὶ ψευδηγόρου θεσπίσματα καὶ ἡ λοιπὴ τῶν Ἑλληνικῶν κομψευμάτων ἐρεσχελία καὶ τερατεία. καὶ ἵνα μὴ μακρὸν ἀποτείνω τὸν λόγον εἰς σαπρούς τε καὶ ὀδωδότας μύθους ἐνασχολούμενος, πᾶσαν εἰς ἑαυτὸν τὴν κτίσιν ὁ πλάνος ἐμφορτισάμενος καὶ λαβὼν ὑπὸ χεῖρα τὸν ἄνθρωπον ὡς ἀνδράποδον καὶ διερχόμενος τὴν ὑπ' οὐρανὸν καὶ περιπατῶν τὴν γῆν καὶ ὡς ὠὰ πάντα κατέχων, ὡς αὐτός πού φησιν ἀλαζονευόμενος, ᾤετο δεῖν τὸν ἑαυτοῦ θρόνον θήσειν ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ καὶ ἔσεσθαι ὅμοιος τῷ Ὑψίστῳ. ἀλλ' ὁ τοῦ θεοῦ μονογενὴς υἱὸς καὶ λόγος ὁ προαιώνιος οἰκτείρας τὸν ἄνθρωπον ὡς ἠπατημένον ὑπὸ τοῦ δράκοντος ἐκ τῶν τοῦ πατρὸς κόλπων ἑαυτὸν ἐκένωσε καὶ σαρκωθεὶς ἐκ πνεύματος ἁγίου καὶ ἐκ τῆς ἁγίας παρθένου καὶ θεοτόκου Μαρίας, καὶ διὰ τοῦ τιμίου σταυροῦ καὶ τοῦ πάθους αὐτοῦ καταβαλὼν τὸν ἀντίπαλον καὶ καταβὰς εἰς τὰ κατώτατα μέρη τῆς γῆς ἐκεῖθεν εἵλκυσε τὸν παραπεσόντα πρωτόπλαστον, ἀποδοὺς τῇ εἰκόνι τὸ πρῶτον κάλλος καὶ τῇ φύσει τὸ ἀρχαῖον ἀξίωμα. κἀντεῦθεν ἠφάνισται πᾶσα ἡ τοῦ τυράννου δυναστεία καὶ συμμορφία τοῦ τῆς εὐσεβείας φωτὸς διαυγάσαντος πάσῃ τῇ κτίσει τῶν ἡλιακῶν μαρμαρυγῶν τηλαυγέστερον. ἐκ τούτου τοῦ φωτὸς ἡ κατὰ θεὸν σοφία πάλιν διέλαμψε καὶ γλώσσας ἁλιέων ἐστόμωσε καὶ τῶν σοφῶν διδασκάλους τοὺς ἀσόφους εἰργάσατο ἐντεῦθεν ὁ τῆς βροντῆς γόνος, τὸ· ἐν ἀρχῇ ἦν ὁ λόγος, ἐξ οὐρανίων νεφελῶν ἀπαστράψας ἐβρόντησε, καὶ πᾶσαν τὴν οἰκουμένην ἐλάμπρυνε. κἀκ τούτου τοῦ φωτὸς Παῦλος εἰς τρίτον οὐρανὸν ἀναφέρεται καὶ θεᾶται τὰ ἀθέατα καὶ τῶν ἀρρήτων ὑπακούει λογίων καὶ διατρέχει πᾶσαν τὴν γῆν ὡς πτηνὸς καὶ ἀέριος τὸν Ἰησοῦν εὐαγγελιζόμενος. ἐντεῦθεν ὁ Πέτρος τὸν Χριστὸν υἱὸν θεοῦ τοῦ ζῶντος ὠνόμασε καὶ τὰς κλεῖς τῆς τῶν οὐρανῶν πιστεύεται βασιλείας, ἵνα ἀνοίγῃ μὲν τοῖς πιστοῖς, ἀποκλείῃ δὲ τοῖς ἀπίστοις τῶν θείων ἀνακτόρων τὴν εἴσοδον. ἐντεῦθεν ἀγέλαι μαρτύρων καταβάλλουσιν εἴδωλα καὶ τρέχουσιν ἕτοιμοι πρὸς τὸν θάνατον, ὡς στεφάνους τὰς πληγὰς καὶ ὡς πορφύρας τὰ ἑαυτῶν αἵματα περιφέροντες οἱ καλλίνικοι. ἔστω γοῦν ὁ πρωτόπλαστος ἀρχηγὸς τοῦδε τοῦ γράμματος, κατά γε τὸν ἐμὸν ὅρον καὶ λόγον, ὡς ποταμὸς πηγή τε καὶ θάλαττα καὶ ῥίζα καὶ κλάδοι καὶ ὅρπηκες καὶ πάσης ὑπάρχων τῆς ἀνθρωπίνης φύσεως ἀπαρχὴ καὶ πρωτόλειον. ὅτι ἀπὸ Ἀδὰμ ἕως τοῦ κατακλυσμοῦ ἔτη ʹ22βσμβʹ. ἀπὸ δὲ τοῦ κατακλυσμοῦ ἕως τῆς πυργοποιΐας ἔτη φκεʹ. ἀπὸ δὲ τῆς πυργοποιΐας ἕως τοῦ Ἀβραὰμ υκεʹ. ἀπὸ δὲ τοῦ Ἀβραὰμ ἕως τῆς ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου υλʹ. ἀπὸ δὲ τῆς ἐξόδου ἕως τῆς οἰκοδομῆς τοῦ Σολομωντείου ναοῦ ἔτη ψνζʹ. ἀπὸ δὲ τῆς οἰκοδομῆς τοῦ ναοῦ ἕως τῆς αἰχμαλωσίας τοῦ Ἰσραὴλ υκεʹ. ὁμοῦ ἔτη ʹ22δωπʹ. ἀπὸ δὲ τῆς αἰχμαλωσίας ἕως Ἀλεξάνδρου βασιλέως τιηʹ. ἀπὸ δὲ Ἀλεξάνδρου ἕως Χριστοῦ τοῦ θεοῦ ἡμῶν τγʹ. ὁμοῦ ἔτη ʹ22εφʹ. ἀπὸ δὲ Χριστοῦ ἕως τοῦ μεγάλου Κωνσταντίνου τιηʹ. ἀπὸ δὲ Κωνσταντίνου μέχρι Μιχαὴλ υἱοῦ Θεοφίλου φνεʹ. ὁμοῦ τὰ πάντα ἔτη ʹ22ʹ2τοεʹ. ἀπὸ δὲ Μιχαὴλ ἕως Ῥωμανοῦ υἱοῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου ἔτη ... ἀπὸ δὲ τοῦ Πορφυρογεννήτου ἕως τῆς τελευτῆς Ἰωάννου τοῦ Τζιμισκῆ ἔτη ... καὶ Ἀδαμιαῖος, ἀπὸ Ἀδάμ.
Betacode
*)ada/m: o( prw=tos a)/nqrwpos, o( xeiri\ qeou= plasqei\s kai\ kata\ th\n ei)ko/na kai\ o(moi/wsin morfwqei\s tou= dhmiourgou= te kai\ kti/santos, o( kai\ timhqei\s th\n ei)s para/deison oi)/khsin. ou(=tos dikai/ws a)\n prw=tos kaloi=to sofo\s w(s prwto/ktiston a)/galma kai\ ei)kw\n ou)=sa qeo/grafos, w(s tw=n xari/twn o(/lwn u(pa/rxwn a)na/plews kai\ pa/nta kaqara\ kai\ a)ki/bdhla perife/rwn ta\ yuxh=s te kai\ sw/matos ai)sqhth/ria. marmarugai\ ga/r tines, w(s ei)pei=n, e)k th=s e)kei/nou yuxh=s a)pastra/ptousai kai\ qei/wn e)nnoiw=n te kai\ e)nergeiw=n plh/qousai kata\ pa=san ei)se/trexon fu/sin eu)sto/xws kai\ a)namarth/tws to\ oi)kei=on e(ka/sths pleone/kthma fqa/nousai. o(\s ou) para\ a)nqrw/pwn e)dokima/sqh tw=n ta\s kri/seis polla/kis e)pisfalw=s poioume/nwn, a)lla\ para\ tou= tw=n o(/lwn qeou= tou= pa=san gnw=sin kai\ kri/sin o)rqw=s poioume/nou kai\ pro\ tou= ta\s e)nnoi/as kinhqh=nai para\ th=s w)dinou/shs ta\ toiau=ta yuxh=s kai\ a)potiktou/shs noh/mata. kai\ h(=| fhsin h( grafh/: e)poi/hsen o( qeo\s pa/nta ta\ kth/nh kai\ ta\ qhri/a kai\ ta\ e(rpeta\ kai\ peteina\ kai\ h)/gagen au)ta\ pro\s to\n *)ada\m i)dei=n, ti/ kale/sei au)ta/. kai\ o(\ e)ka/lesen *)ada\m, tou=to o)/noma au)tw=|. ti/ th=s fwnh=s tau/ths kai\ marturi/as a)ridhlo/teron; ti/ th=s sofi/as tau/ths kai\ diagnw/sews u(yhlo/teron; e)ka/lesen o)no/mata th\n fu/sin au)th\n kai\ th\n u(po/stasin e(ka/stou zw/|ou w(/sper u(pografo/menos, ou) meleth/sas, ou) proskeya/menos, ou)de/n ti propeponqw\s tw=n o(/sa metamanqa/nousin a)/nqrwpoi. kai\ pollw=n kai\ a)nari/qmwn genew=n paradramousw=n ou)k i)/sxusen ou)dei\s u(palla/cai ka)\n tou= tuxo/ntos zw/|ou to\ o)/noma, ou)de\ th=s e)kei/nou dra/casqai megalonoi/as kai\ diagnw/sews. ma=llon me\n ou)=n me/nousin a(/pantes oi( kata\ pa=san e)sparme/noi th\n gh=n a)/nqrwpoi toi=s e)kei/nou stoixou=ntes a)metaqe/tois qespi/smasi. kai\ ou)de\ me/xri tou/twn e)/sth tou= prwtogo/nou a)nqrw/pou to\ u(perba/llon e)n pa=sin a)ci/wma, a)lla\ kai\ sperma/twn kai\ futw=n diafora\s r(izw=n te kai\ botanw=n duna/meis, kai\ o(/sa ei)s a)nti/lhyin kai\ qerapei/an h( fu/sis e(ka/stw| prosarmo/ttei tw=n zw/|wn, die/krine/ te kai\ e)sa/fhsen. ou(=tos kai\ th\n gunai=ka prw=tos i)dw\n ou)x w(/sper e)k sto/matos a)nqrwpi/nou peri\ tau/ths e)fqe/gcato, a)ll' w(s e)/k tinos qei/as o)mfh=s e)nhxou/menos eu)sto/xws to\ poluu/mnhton e)kei=no kai\ qaumasto\n a)pefoi/base lo/gion: tou=to nu=n o)stou=n e)k tw=n o)ste/wn mou kai\ sa\rc e)k th=s sarko/s mou. au(/th klhqh/setai gunh\, o(/ti e)k tou= a)ndro\s au)th=s e)lh/fqh. ou(=tos toi/nun e)sti\n o( dokima/sas e(/kasta kai\ pa=si kano/nas kai\ sta/qmas a)kribei=s kai\ o(/rous a)nantirrh/tous e)narmo- sa/menos. tou/tou te/xnai kai\ gra/mmata, tou/tou e)pisth=mai logikai/ te kai\ a)/logoi, tou/tou profhtei=ai, i(erourgi/ai kai\ kaqarismoi\ kai\ no/moi graptoi/ te kai\ a)/grafoi, tou/tou pa/nta eu(rh/mata kai\ dida/gmata, kai\ o(/sai kata\ to\n bi/on a)nagkai=ai xrei=ai/ te kai\ di/aitai. ou(=to/s e)stin o( prw=tos a)ndria\s, to\ qeo/klhton a)/galma, a)f' ou(=per a)peuqu/nontai pa=sai a)nqrw/pwn a)galmatourgi/ai, ka)\n pro\s to\ h(=tton ma=llon kai\ ma=llon e)kpi/ptwsin e)kei/nou tou= makari/ou kai\ qeoeidou=s a)peika/smatos mhdemi/an e)/xontos a)formh\n, h(=s a)\n e)pila/boito o( met' e)kei=non diaplatto/menos h)\ zw|grafou/menos, e(/ws o( palamnai=os kai\ a)posta/ths kai\ pla/nos dia/bolos tou=ton e)ceku/lisen e)k th=s oi)kei/as i(dru/sew/s te kai\ sta/sews kai\ kata\ tou= pranou=s ei)/ase fe/resqai pro\s baraqrw/deis tina\s kai\ a)lampei=s xw/rous kai\ me/xri tw=n a)meidh/twn tou= a(/|dou keuqmw/nwn e)ggi/zontas. ka)nteu=qen h)/rcato fu/sis h( tw=n a)nqrw/pwn paraxara/ttesqai kai\ diakibdhleu/esqai kai\ tupou=sqai toi=s tou= tura/nnou morfw/masi/ te kai\ sxh/masin. e)nteu=qen h( no/qos sofi/a ta\s a)forma\s e)/labe, th=s qei/as drapeteusa/shs kai\ pro\s ou)rano\n a)napta/shs, o(/qen to\ pro/teron h)=n a)formh/sasa. o(/qen o( pla/nos to\ tou= qeou= sfeterisa/menos o)/noma ei)s polla\ kateme/rise, *kro/nous te kai\ *zh=nas kai\ *poseidw=nas e(auto\n metakalw=n: kai\ to\ dh\ pa/ntwn a)nosiw/taton, ei)s o)no/mata qh/lea/ te kai\ a)/semna th\n makari/an kai\ a)/rrhton sugkataspa/sai fu/sin o( a)lith/rios kateto/lmhsen, ei)/s te ta\s *(re/as e)kei/nas kai\ *)afrodi/tas kai\ *)aqhna=s kai\ ei)s a)/llas muri/as kai\ a)lloko/tous a)lo/gwn i)de/as te kai\ morfa\s, a(\s o( kaki/as dhmiourgo\s kai\ th\n a)postasi/an nosh/sas e)pe/xrwse/ te kai\ diexa/racen. e)nteu=qen *ai)gupti/wn ta\ peri\ *)/osirin kai\ *tufw=na kai\ *)/isin moxqhra\ dihgh/mata kai\ *persw=n magika\ magganeu/mata kai\ *braxma/nwn gumnosofisti/ai kai\ a)/kairoi fantasi/ai kai\ h( qaumazome/nh *skuqw=n r(h=sis kai\ ta\ *qra|kw=n o)/rgia kai\ oi( *frugw=n au)loi\ kai\ *koru/bantes. e)nteu=qen h( *xaldai/wn a)stronomi/a h( sfalera/ te kai\ poluw/dunos. e)nteu=qen h( tou= yeu/dous loxeu/tria poi/hsis, h( tw=n *(ellhnikw=n lhrhma/twn semnomuqi/a. e)nteu=qen *)orfeu/s te kai\ *(/omhros kai\ o( tw=n a)qemi/twn gonw=n zw|gra/fos *(hsi/odos. e)nteu=qen h( *qa/lhtos do/ca kai\ o( kleino\s *puqago/ras kai\ o( sofo\s *swkra/ths kai\ *pla/twn, to\ th=s *)aqhnai/wn *)akadhmi/as poluqru/lhton semnolo/ghma. e)nteu=qen oi( *parmeni/dai kai\ *prwtago/rai kai\ *zh/nwnes. e)nteu=qen ai( *stoai\ kai\ oi( *)/areioi pa/goi kai\ *)epikou/reioi. e)nteu=qen oi( tragw|dw=n qrh=noi kai\ kopetoi\ kai\ ta\ kwmikw=n pai/gnia kai\ twqa/smata. e)nteu=qen ta\ dolera\ tou= *loci/ou kai\ yeudhgo/rou qespi/smata kai\ h( loiph\ tw=n *(ellhnikw=n komyeuma/twn e)resxeli/a kai\ teratei/a. kai\ i(/na mh\ makro\n a)potei/nw to\n lo/gon ei)s saprou/s te kai\ o)dwdo/tas mu/qous e)nasxolou/menos, pa=san ei)s e(auto\n th\n kti/sin o( pla/nos e)mfortisa/menos kai\ labw\n u(po\ xei=ra to\n a)/nqrwpon w(s a)ndra/podon kai\ dierxo/menos th\n u(p' ou)rano\n kai\ peripatw=n th\n gh=n kai\ w(s w)a\ pa/nta kate/xwn, w(s au)to/s pou/ fhsin a)lazoneuo/menos, w)/|eto dei=n to\n e(autou= qro/non qh/sein e)pa/nw tw=n nefelw=n tou= ou)ranou= kai\ e)/sesqai o(/moios tw=| *(uyi/stw|. a)ll' o( tou= qeou= monogenh\s ui(o\s kai\ lo/gos o( proaiw/nios oi)ktei/ras to\n a)/nqrwpon w(s h)pathme/non u(po\ tou= dra/kontos e)k tw=n tou= patro\s ko/lpwn e(auto\n e)ke/nwse kai\ sarkwqei\s e)k pneu/matos a(gi/ou kai\ e)k th=s a(gi/as parqe/nou kai\ qeoto/kou *mari/as, kai\ dia\ tou= timi/ou staurou= kai\ tou= pa/qous au)tou= katabalw\n to\n a)nti/palon kai\ kataba\s ei)s ta\ katw/tata me/rh th=s gh=s e)kei=qen ei(/lkuse to\n parapeso/nta prwto/plaston, a)podou\s th=| ei)ko/ni to\ prw=ton ka/llos kai\ th=| fu/sei to\ a)rxai=on a)ci/wma. ka)nteu=qen h)fa/nistai pa=sa h( tou= tura/nnou dunastei/a kai\ summorfi/a tou= th=s eu)sebei/as fwto\s diauga/santos pa/sh| th=| kti/sei tw=n h(liakw=n marmarugw=n thlauge/steron. e)k tou/tou tou= fwto\s h( kata\ qeo\n sofi/a pa/lin die/lamye kai\ glw/ssas a(lie/wn e)sto/mwse kai\ tw=n sofw=n didaska/lous tou\s a)so/fous ei)rga/sato e)nteu=qen o( th=s bronth=s go/nos, to\: e)n a)rxh=| h)=n o( lo/gos, e)c ou)rani/wn nefelw=n a)pastra/yas e)bro/nthse, kai\ pa=san th\n oi)koume/nhn e)la/mprune. ka)k tou/tou tou= fwto\s *pau=los ei)s tri/ton ou)rano\n a)nafe/retai kai\ qea=tai ta\ a)qe/ata kai\ tw=n a)rrh/twn u(pakou/ei logi/wn kai\ diatre/xei pa=san th\n gh=n w(s pthno\s kai\ a)e/rios to\n *)ihsou=n eu)aggelizo/menos. e)nteu=qen o( *pe/tros to\n *xristo\n ui(o\n qeou= tou= zw=ntos w)no/mase kai\ ta\s klei=s th=s tw=n ou)ranw=n pisteu/etai basilei/as, i(/na a)noi/gh| me\n toi=s pistoi=s, a)poklei/h| de\ toi=s a)pi/stois tw=n qei/wn a)nakto/rwn th\n ei)/sodon. e)nteu=qen a)ge/lai martu/rwn kataba/llousin ei)/dwla kai\ tre/xousin e(/toimoi pro\s to\n qa/naton, w(s stefa/nous ta\s plhga\s kai\ w(s porfu/ras ta\ e(autw=n ai(/mata perife/rontes oi( kalli/nikoi. e)/stw gou=n o( prwto/plastos a)rxhgo\s tou=de tou= gra/mmatos, kata/ ge to\n e)mo\n o(/ron kai\ lo/gon, w(s potamo\s phgh/ te kai\ qa/latta kai\ r(i/za kai\ kla/doi kai\ o(/rphkes kai\ pa/shs u(pa/rxwn th=s a)nqrwpi/nhs fu/sews a)parxh\ kai\ prwto/leion. o(/ti a)po\ *)ada\m e(/ws tou= kataklusmou= e)/th #22bsmb#. a)po\ de\ tou= kataklusmou= e(/ws th=s purgopoii/+as e)/th fke#. a)po\ de\ th=s purgopoii/+as e(/ws tou= *)abraa\m uke#. a)po\ de\ tou= *)abraa\m e(/ws th=s e)co/dou tw=n ui(w=n *)israh\l e)c *ai)gu/ptou ul#. a)po\ de\ th=s e)co/dou e(/ws th=s oi)kodomh=s tou= *solomwntei/ou naou= e)/th ynz#. a)po\ de\ th=s oi)kodomh=s tou= naou= e(/ws th=s ai)xmalwsi/as tou= *)israh\l uke#. o(mou= e)/th #22dwp#. a)po\ de\ th=s ai)xmalwsi/as e(/ws *)aleca/ndrou basile/ws tih#. a)po\ de\ *)aleca/ndrou e(/ws *xristou= tou= qeou= h(mw=n tg#. o(mou= e)/th #22ef#. a)po\ de\ *xristou= e(/ws tou= mega/lou *kwnstanti/nou tih#. a)po\ de\ *kwnstanti/nou me/xri *mixah\l ui(ou= *qeofi/lou fne#. o(mou= ta\ pa/nta e)/th #22#2toe#. a)po\ de\ *mixah\l e(/ws *(rwmanou= ui(ou= *kwnstanti/nou tou= *porfurogennh/tou e)/th ... a)po\ de\ tou= *porfurogennh/tou e(/ws th=s teleuth=s *)iwa/nnou tou= *tzimiskh= e)/th ... kai\ *)adamiai=os, a)po\ *)ada/m.
Notes (9)
- The great bulk of this entry -- 104 lines out of 117 in the printed edition -- is a tour de force of polemic by an unidentifiable scholar quite outside the type of neutral reticence which characterises most of the contributors to the Suda (although Küster suggests a comparison with the entry on Job at iota 471). His self-styled "essay" (logos), unparalleled in this form and content elsewhere, is a tirade on two levels: explicitly, against the great men of pagan culture(s), and also implicitly, in that its determination to enhance the significance of Adam to extraordinary levels rests in part upon an almost Pelagian exculpation of him from the taint of original sin.↩
- 1A paraphrase of Genesis 1.20 and 2.19. ↩
- 2Genesis 2.23; the wordplay between "man" and "wo-man" in English, is also present in the original Hebrew איש ʾīš and אישה ʾīššah, but not in the Greek. ↩
- 3i.e. Apollo (lambda 673). ↩
- 4John 1.1. ↩
- 5The actual sum of the numbers given up to this point is 4804 (
dwd ) instead of the 4880 (dwp ) of the mss. ↩- 6The actual sum of all the numbers given so far is 5432; adding merely the last two numbers to the previous summation yields 5528. ↩
- 76373, counting from the last summation. The actual total of all individual numbers is 6305. (Up to this point the chronology is taken from George the Monk, Chronicon 804.1-20; and cf. generally phi 45. The two time-spans which now follow are odd, in that the chronology stops being linear.) ↩
- 8Romanus (II) died in 963. ↩
- 9John died in 976.
Linked from4 entries
- α30ἌβελAbelSon of Adam. This man was chaste and just, and a shepherd of flocks; out of these he offered a sacrifice to God and was accepted, but was then killed because he was envied by his brother Cain. Cain happened to be a…
- α2079Ἀνάστασιςresurrection[sc. So called] since death came in violation of nature, but resurrection is according to nature. For the first-formed [man] was deathless before his transgression. The word is resurrection [anastasis] because the body,…
- χ13ΧαλδαῖοιChaldaeansName of a people, exact in their knowledge of astronomy.
- χ376Χοϊκόςmud, made of mud[Meaning] clay/made of clay.
Neighbouring entries
Revision history16 revisions · last 28 Jan 2019
- cross-reference — Catharine Roth
- Converted Romanization of Hebrew to ISO 259. — Raphael Finkel
- another x-ref — David Whitehead
- coding — Catharine Roth
- my typo — David Whitehead
- added primary note — David Whitehead
- — David Whitehead
- augmented notes and keywords; tweaks and cosmetics — David Whitehead
- another keyword — David Whitehead
- modified last paragraph of translation; corrected error in footnote numeration; cosmetics — David Whitehead
- Added Hebrew words. — Raphael Finkel
- raised status — Catharine Roth
- cosmetics — Catharine Roth
- Cleaned up encoding issue — Patrick T. Rourke
- —
- —
- Translated — William Hutton