Ἰσχάς
dried fig
Translated by Catharine Roth8 May 2006Vetting: high8 revisions
dried fig
Translated by Catharine Roth8 May 2006Vetting: high8 revisions
Ἰσχάς· ἰσχνάς τις οὖσα· ἐπειδή, πρὶν ἢ δοθῆναι τὴν κρεωφαγίαν τοῖς Ἀθηναίοις, ἐχρῶντο τῇ ἰσχάδι. ἢ ἐπειδὴ μέχρι τούτου προβαίνει· πρῶτον γὰρ ὄλυνθος, εἶτα φίληξ, εἶτα σῦκα, εἶτα ἰσχάς, ἴσχειν ποιοῦσα τὴν αὔξησιν. πάντα δὲ τὰ τραγήματα ἰσχάδας ἐκάλουν. Ἀριστοφάνης Πλούτῳ· ἀνίσταθ' ὡς ἁρπασόμενος τῶν ἰσχάδων. οὗ καὶ πίονα τυρὸν δρέψεσθε καὶ αὔην ἰσχάδα. καὶ Ἀριστοφάνης· κέχηνεν ὥσπερ ἐμποδίζων ἰσχάδας. ὥσπερ, φησίν, οἱ τὰς ἰσχάδας ἐσθίοντες ἀνεμποδίστως καὶ λάβρως αὐτὰς ἐσθίουσι, τὸν αὐτὸν τρόπον καὶ ὁ δῆμος, ἐπειδὰν ἐν τῇ Πνυκὶ καθεσθῇ, κατακρίνει καὶ δημεύει.
*)isxa/s: i)sxna/s tis ou)=sa: e)peidh/, pri\n h)\ doqh=nai th\n krewfagi/an toi=s *)aqhnai/ois, e)xrw=nto th=| i)sxa/di. h)\ e)peidh\ me/xri tou/tou probai/nei: prw=ton ga\r o)/lunqos, ei)=ta fi/lhc, ei)=ta su=ka, ei)=ta i)sxa/s, i)/sxein poiou=sa th\n au)/chsin. pa/nta de\ ta\ tragh/mata i)sxa/das e)ka/loun. *)aristofa/nhs *plou/tw|: a)ni/staq' w(s a(rpaso/menos tw=n i)sxa/dwn. ou(= kai\ pi/ona turo\n dre/yesqe kai\ au)/hn i)sxa/da. kai\ *)aristofa/nhs: ke/xhnen w(/sper e)mpodi/zwn i)sxa/das. w(/sper, fhsi/n, oi( ta\s i)sxa/das e)sqi/ontes a)nempodi/stws kai\ la/brws au)ta\s e)sqi/ousi, to\n au)to\n tro/pon kai\ o( dh=mos, e)peida\n e)n th=| *pnuki\ kaqesqh=|, katakri/nei kai\ dhmeu/ei.